Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ γὰρ καὶ χρυσίου ὁλκήν τινα ἱκανωτάτην ἔχων παρὰ χεῖρα ὁ αὐτὸς πατριάρχης, ἐκτείνας τὴν χεῖρα, φησίν, ἐπέδωκεν τῷ ἐπισκόπῳ, φάσκων ὅτι πρόσφερε ὑπὲρ ἐμοῦ. γέγραπται γὰρ διὰ τῶν ἱερέων τοῦ θεοῦ δεσμεύεσθαι καὶ λύεσθαι ἐπὶ τῆς γῆς, καὶ 〈ὅτι〉 ἔσται ταῦτα λελυμένα καὶ δεδεμένα ἐν τῷ οὐρανῷ‘.
ὡς οὐν ταῦτα ἐπράχθη, φησίν, καὶ ἠνοίγησαν αἱ θύραι, ἠρωτᾶτο ὑπὸ τῶν ἐπισκεπτομένων ὁ πατριάρχης πῶς ἔχοι διὰ τοῦ βοηθήματος, καὶ ὡμολόγει καλλίστως ἔχειν· καὶ γὰρ ᾔδει ὃ ἔλεγεν.
ἔπειτα δὲ <μετὰ> ἡμέρας δύο ἢ τρεῖς τὸν ἀριθμόν, πολλάκις τοῦ ἐπισκόπου ἐπισκεπτομένου αὐτὸν ἐν ἰατροῦ προφάσει, ἐκοιμήθη ὁ πατριάρχης μετὰ καλῆς ἀποθέσεως, παραδοὺς τὸν ἴδιον υἱὸν κομιδῆ νέον ὄντα Ἰωσήπῳ τε καὶ ἄλλῳ τινὶ ἐπιεικεστάτῳ *.
τὰ πάντα τοίνυν ἐπράττετο διὰ τῶν δύο τούτων, διὰ τὸ ἔτι τὸν πατριάρχην παῖδα ὄντα νηπιάζειν καὶ ἐν χειροῖν αὐτῶν ἀνατρέφεσθαι.
ἐν τούτῳ τῷ καιρῷ τῆς διανοίας τοῦ Ἰωσήπου ἐνοχλουμένης πολλάκις διὰ τῶν γενομένων μυστικῶν ἐν τῇ κατὰ τὸ λουτρὸν ὑποθέσει ἐσκέπτετο τί ἂν πράξειεν. καὶ ἠν ἐκεῖσε γαζοφυλακίου τις οἶκος ἐσφραγισμένος· γάζα δὲ ἑρμηνεύεται κατὰ τὴν Ἑβραΐδα θησαυρός.