Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ᾿ αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ᾿ αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν Χριστιανισμὸν | μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς D95 καὶ οὐκ ἀπὸ ἐνηχήσεως ἑτέρου τινός.

ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα μετατεθέντων *, οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου παρεθέμεθα.

ἠν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς καταξιωθεὶς γενέσθαι, ἀλλὰ καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων. ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος οὑτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί.

καὶ εἰ μὴ ὅτι κόμης ἦν καὶ τὸ τοῦ κόμητος ἀξίωμα ἐκώλυεν ἀπ᾿ αὐτοῦ τὸν τῶν Ἀρειανῶν διωγμόν, ἐπεὶ] οὐκ ἂν ὑπέστη κἂν ἐν τῇ πόλει διατρίβειν ὁ ἀνήρ, μάλιστα ἐπὶ Πατροφίλου τοῦ Ἀρειανοῦ ἐπισκόπου τοῦ πολλὰ ἰσχύσαντος πλούτῳ τε καὶ αὐστηρίᾳ καὶ τῇ πρὸς τὸν βασιλέα Κωνστάντιον γνώσει τε καὶ παρρησίᾳ.

ἦν δὲ καὶ ἄλλος τις νεώτερος ἐν τῇ πόλει ἀπὸ Ἑβραίων ὀρθῶς πιστεύων, ὃς οὔτε ἐτόλμα κατὰ τὸ φανερὸν *, ἀλλὰ κρυφίως ἡμᾶς ἐπεσκέπτετο.

πιθανὸν δέ τι ὁ Ἰώσηπος καὶ γελοιῶδες ὑφηγεῖτο, οἶμαι δὲ τάχα ὅτι καὶ 〈ἐν τούτῳ〉 ἠλήθευεν. ἔφασκε γὰρ ὅτι τελευτησάσης τῆς αὐτοῦ συμβίου, δεδιὼς μή πη ἄρα ἁρπάζωσιν αὐτὸν οἱ Ἀρειανοὶ καὶ καταστήσωσι κληρικόν πολλάκις γὰρ κολακεύσαντες αὐτὸν πεισθῆναι τῇ αἱρέσει ὑπισχνοῦντο μείζονας προκοπάς, εἰ δέον, καὶ ἐπίσκοπον αὐτὸν καταστῆσαι) — ὁ δὲ ἔφασκε τούτου χάριν συνῆφθαι δευτέρᾳ γυναικί, ὅπως διαδράσοι τὰς αὐτῶν χειροτονίας.

6. Ἀλλὰ ἐπάνειμι τὴν ὑφήγησιν τῆς κατὰ τὸν πατριάρχην ὑποθέσεως καὶ αὐτοῦ τοῦ Ἰωσήπου εἰς τοὐμφανὲς κατὰ λεπτότητα τοῖς βουλομένοις ἐντυγχάνειν διὰ τῶν ὑπ᾿ ἐκείνου λόγων ἐμοὶ εἰρημένων ποιησόμενος.

καὶ ἤδη μέν, ὡς ἐκεῖνος ὑφηγεῖτο, τοῦ πατριάρχου λουτροῦ καταξιουμένου, διὰ τῶν ἐν ταῖς θύραις ἁρμογῶν | εἴσω [*](14 vgl. über das Verhalten des Patrophilus den Brief des Eusebius von Vercelli Migne 12, 949ff — 24 vgl. den Index unter Ehelosigkeit des Klerus V M) [*](3 αὐτὸν, ο aus ω V 8 * <βιλίων> * 13 ἐπεὶ YM Vcorr 14 διατριβὴ M 18 οὐκ aus οὔτε Vcorr | * etwa ἡμῖν <ἡμῖν συγγενέσθαι> * | ἀλλὰ + καὶ V | κρυφαίω·ς V 20 τάχα) ταῦτα V | 〈ἐν τούτῳ〉 * 21 πως M | ἁρπάζωσιν M 23f ἐπισκοπῆς αὐτὸν καταξιοῦν V)

341
παρακύπτων, φησίν, κατενόουν τὰ ὑπὸ τοῦ ἐπισκόπου τῷ πατριάρχῃ γινόμενα, εἰς νοῦν τε ἔλαβον καὶ παρ᾿ ἐμαυτῷ ἐταμιευόμην.

καὶ γὰρ καὶ χρυσίου ὁλκήν τινα ἱκανωτάτην ἔχων παρὰ χεῖρα ὁ αὐτὸς πατριάρχης, ἐκτείνας τὴν χεῖρα, φησίν, ἐπέδωκεν τῷ ἐπισκόπῳ, φάσκων ὅτι πρόσφερε ὑπὲρ ἐμοῦ. γέγραπται γὰρ διὰ τῶν ἱερέων τοῦ θεοῦ δεσμεύεσθαι καὶ λύεσθαι ἐπὶ τῆς γῆς, καὶ 〈ὅτι〉 ἔσται ταῦτα λελυμένα καὶ δεδεμένα ἐν τῷ οὐρανῷ‘.