Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ εὐθὺς ἔδειξεν ὡς τοῖς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ὑπὸ τῶν Φαρισαίων πεμφ- [*](9f vgl. Rom. 14, 20 u. I Tim. 4, 3 — 19f gemeint sind wohl Johannesakten; vielleicht dieselben wie bei den Enkratiten vgl. haer. 47, 1, 4 — 22 Joh. 1, 1 V M cat. (bis Ζ. 14 σαφὲς ἂν εἴη)) [*](1 οὖν cat. 2 εἰ καὶ + <μόνον> ? * | ἕως] εὐθέως cat. | εἴποιμεν cat.] εἴποιμ’ ἂν V M 3 ἡγήσατο κοινὸν cat. 4 διεξήγαγε] ἀπεφήνατο cat. 6 αὐτῷ < cat. | ἤγετο getilgt, ür am Rande ἔλεγεν Vcorr ἔλεγεν cat. | ὄντων < cat. 8 παραδοὺς cat. 9 vor ἐστὶ + αὐτῷ cat. 11 εἶχεν < 12 ἡ ἔμφασις] ὁ λόγος cat. | ἀνθρώπων cat.] ἀνθρώπου V M 13 τὴν ὑπόνοιαν] τὴν ἔμφασιν cat. 14 τω aus τὸ Vcorr τὸ M < cat. 24 * etwa δῆλον ἐκ τοῦ αὐτοῦ εὐαγγελίου> * 26 τἀς μαρτυρίας + τῶν προφητῶν> ?)
καὶ πάλιν αὐτὸς Ἰωάννης λέγει, ἀπὸ τῶν προφητῶν λαβὼν τὴν μαρτυρίαν φημὶ δὲ ἀπὸ τοῦ Δαυίδ), ὅτε ὁ κύριος τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεφε καὶ εἶπεν· μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, »ἐμνήσθησαν ὅτι ἦν γεγραμμένον ὅτι ὁ ζῆλος τοῦ οἴκου κατέφαγέν με«. καὶ πόλιν αὐτὸς Ἰωάννης εἶπεν ὅτι »Ἠσαϊας εἶδεν ὢν ἐν πνεύματι ἁγίῳ«.
24. Πάλιν δὲ ὁ αὐτὸς ἅγιος Ἰωάννης κηρύττων ἐν τῇ Ἀσίᾳ ἱστορεῖται παράδοξον ἔργον τι πεποιηκὼς εἰς ὑπογραμμὸν τῆς ἀληθείας. πολιτείαν γὰρ ἔχων θαυμασιωτάτην καὶ συμπρέπουσαν αὐτοῦ τῷ ἀξιώματι τῆς ἀποστολῆς καὶ μηδ᾿ ὅλως λουόμενος, ἠναγκάσθη ὑπὸ τοῦ ἁγίου πνεύματος προελθεῖν ἕως τοῦ βαλανείου, εἰπὼν ὅτι λάβετέ μοι τὰ πρὸς βαλανεῖον‘.
καὶ τῶν συνεπομένων θαυμαζόντων ἦλθεν εἰς αὐτὸ τὸ λουτρὸν καὶ γεγονὼς πρὸς τὸν εὐωθότα ὑποδέχεσθαι τῶν λουομένων τὰ ἱμάτια ἤρετο τίς ἔνδον ἐστὶν ἐν τῷ βαλανείῳ·
ὁ δὲ ὀλεάριος <ὁ> ἐπὶ τῷ φυλάττειν τὰ ἱμάτια προσκαρτερῶν ἐν τοῖς γὰρ γυμνασίοις ἔργον τοῦτό τισιν ὑπάρχει πορισμοῦ ἕνεκα τῆς ἐφημέρου τροφῆς) ἔφη τῷ ἁγίῳ Ἰωάννῃ ὅτι Ἐβίων ἔνδον ἐστίν.