Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπεὶ κατὰ ποίαν αἰτίαν ἐμέμφετο τοὺς Φαρισαίους καὶ Γραμματεῖς, τοὺς βαπτισμοῖς πυγμῇ χρωμένους ἑαυτῶν <τε> καὶ ζεστῶν καὶ ποτηρίων καὶ τῶν ἄλλων; καὶ τελείως ὅτι τὸ ἀνίπτοις χερσὶν ἐσθίειν οὐ κοινοῖ τὸν ἄνθρωπον«; ὥστε οὐ μόνον τὸ βαπτίζεσθαι τούτων ἀνέτρεψεν, ἀλλὰ καὶ τὸ νίψαι χεῖρας περιττὸν εἶναι ἔδειξε καὶ τῷ <μὴ> βουλομένῳ τὰς νίπτεσθαι μὴ εἶναι βλάβην.

22. Πῶς δὲ περὶ κρεοφαγίας οὐκ εὐθὺς ἡ αὐτῶν ἄνοια ἐλεγχθήσεται; πρῶτον μὲν τοῦ κυρίου ἐσθίοντος τὸ Πάσχα τῶν Ἰουδαίων. Πάσχα δὲ τῶν ἸουΔαίων πρόβατον ἦν καὶ ἄζυμα, κρέα προβάτου ὀπτὰ πυρὶ ἐσθιόμενα·

ὡς καὶ οἱ μαθηταὶ αὐτῷ λέγουσι ποῦ »ποῦ ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;‘ καὶ αὐτὸς ὁ κύριος λέγει »ἀπέλθετε εἰς τὴν πόλιν καὶ εὑρήσετε ἄνθρωπον βαστάζοντα κεράμιον ὕδατος καὶ ἀκολουθήσατε αὐτῷ ὅπου ὑπάγει καὶ εἴπατε τῷ οἰκοδεσπότῃ, ποῦ ἐστι τὸ κατάλυμα ὅπου ποιήσω τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου; καὶ δείξει ὑμῖν ὑπερῷον ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε«.

πάλιν δὲ αὐτὸς ὁ κύριος λέγει »ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν‘· καὶ οὐκ εἶπεν ἁπλῶς Πάσχα, ἀλλὰ τοῦτο τὸ Πάσχα, ἵνα μή τις μεθοδεύσῃ εἰς τὴν ἑαυτοῦ ὑπόνοιαν. Πάσχα [*](1 Joh. 13, 10 — 3f vgl. Kol. 2, 22 (Jes. 29, 13) — 5 Matth. 15, 8 = Jes. 29, 13 — 7ff vgl. Mark. 7, 4 — 10 Matth. 15, 20 — 14ff vgl. zu S. 352, 15ff — 17 Mark. 14, 12 — 18ff Mark. 14, 13ff — 23 Liik. 22, 15 V Μ —S. 363, 14 ürzt ührt Concil. Nymphaeae hab. Mansi XIII 303 B; dasselbe bei Corderius, Catena in Luc. p. 551) [*](1 νίψασθαι * 2 ὅλως M 4 ἐν ἑτέρω aus ἐν τῶ Vcorr 6 διδάσκοντες < M 6f διδασκαλίαις M 8 πυγμῇ ausradiert Vcorr 8f ἑαυτῶν <τε> ἑαυτοῖς καὶ V M ausradiert Vcorr 9 nach τῶν ἄλλων am Rande nachgetragen καὶ πυγμῇ τὰς χεῖρας νιπτομένους Vcorr < M 10 τὸ nachgetragen 12 > Com. 14 περὶ < M | κρεωφαγίας V 16 πάσχα δὲ τῶν am Rande nachgetragen Vcorr | ἦν < M 18 τὸ πάσχα φαγεῖν 18f ἀπέλθατε, ε über Vcorr 25 ἵνα μήτις — ὑπόνοιαν am Rande nachgetragen Vcorr <)

363
δὲ ἠν, ὡς εἰπον, κρέα ὀπτὰ πυρὶ καὶ τὰ ἄλλα.

αὐτοὶ δὲ ἀφανίσαντες ἀφ᾿ ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἄλλαξαν τὸ ῥητόν, ὅπερ ἐστὶ πᾶσι φανερὸν ἐκ τῶν συνεζευγμένων λέξεων, καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν λέγοντας »ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα φαγεῖν«, καὶ αὐτὸν δῆθεν λέγοντα »μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν«.