Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
πολλὴ δὲ ταλαι- πωρία τῶν πεπλανημένων, τῶν καταλειψάντων μὲν προφητῶν μαρτυρίας καὶ ἀγγέλων, καὶ ἀνασχομένων Ἐβίωνος τοῦ πεπλανημένου, [*](2 Jes. 7, 11 — 3 Jes. 7, 14 — 7 Jes. 66, 6—9 — 15f vgl. Luk. 1, 41 — 17 ff vgl. Ancoratus c. 32, 3ff; S. 41. 10ff — 19 Jerem. 17,9 — 28 Jerem. 17,9 V M) [*](1 ἐθέσπισε Μ 5 ἐλέγοιτ' Μ 11 τοιοῦτον Μ | ἡ γῆ] ἤ, γῆ Μαρίας 14 ἀλλ' ἤ] ἀλλὰ Μ | vor παρθένον + τὴν Μ 16 * etwa πρὶν γεννηθῆναι σκιρτᾶν ἐν τῇ κοιλίᾳ> * | εἰ καὶ] κἄν Μ 17 διὰ Μ 18 ἀνδρὸς V 21 ἀνθρώπου] οὐ Μ 23 σύ///σκηνοι, ν ausradiert V 29 vor θεὸς + ὁ M)
ὁ μὲν > Γαβριὴλ εὐθὺς τῇ παρθένῳ εὐαγγελιζόμενος, αὐτῆς λεγούσης »πῶς ἔσται ταῦτα, ὅτα ἄνδρα οὐ γινώσκων«, τὸ ἀσφαλὲς ὑποτιθέμενος ἔφη πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ κοὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ«. ἐν τῷ γὰρ εἰπεῖν [*](P145) »τὰ γεννώμενον« ἔδειξε μὲν τὴν σάρκα ἀπ᾿ αὐτῆς <εἶναι> καὶ τὴν ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ᾿ οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ᾿ αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα;
εἴωθα δέ, ὡς ὑπεσχόμην, μὴ διὰ πλάτους φέρεσθαι, ἕνα μὴ εἰς ὄγκον πολὺν ἀγάγω τὴν πραγματείαν.
21. Περὶ δὲ τῶν ἄλλων ἑξῆς διηγήσομαι, ὡν τε κατὰ Πέτρου καὶ τῶν ἄλλο)ν ἀποστόλων καταψεύδονται· ὅτι, φησίν, ὁ Πέτρος καθ’ ἑκάστην ἠμέραν βαπτισμοῖς ἐκέχρητο, πρὶν ἢ καὶ ἄρτου αὐτὸν μεταλαμβάνειν.
καὶ ὅρα τὸ πᾶν αὐτῶν συκοφάντημα καὶ τὸ ὕπουλον τῆς ἀγυρτώδους αὐτῶν διδασκαλίας. ἀπὸ τοῦ γὰρ αὐτοὺς μεμιάνθαι καὶ λαγνιστέρως πολλάκις πολλὰ πράττειν ἐπὶ τῆς γῆς, εἰς πεισμονὴν τῆς ἑαυτῶν πληροφορίας τῷ ὕδατι δαψιλῶς χρῶνται, ἕνα δῆθεν ἑαυτοὺς ἀπατήσωσι, διὰ βαπτισμῶν ἔχειν τὴν κάθαρσιν νομίζοντες.
καὶ ταῦτα εἰς τοὺς ἀποστόλους ἐμπαροινεῖν οὐκ αἰσχύνονται, καίτοι τοῦ κυρίου ἐλέγχοντος αὐτῶν τὴν κακοτροπίαν έν τῷ τὸν Πέτρον εἰρηκέναι, ὅτε ἦλθεν τοὺς πόδας αὐτοῦ νίψαι, ὅτι »οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα«, καὶ τὴν ἀνθυποφορὰν ὑπὸ τοῦ σωτῆρος ἐξενεχθῆναι οτι »ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«,
κἀκείνου πάλιν ἀνταποκρινομένου ὅτι »οὐ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὴν κεφαλήν«, τοῦ δὲ κυρίου πάλιν λέγοντος ὅτι [*](3 Luk. 1, 34 — 4 Luk. 1, 35 — 15 vgl. zu S. 352, 14 — 21 Joh. 13, 8 — 26 Joh. 13, 8 — 27 Joh. 13, 9 V M) [*](1f χειριζομένου M 2 vor ὁ hineingeflickt ὡς Vcorr | > * 3 εὐθὺς getilgt, ür gesetzt ὅτε Vcorr | εὐηγγελίζετο aus εὐαγγελιζόμενος Vcorr 7 <εἶναι> * 8 δὲ < Μ 10 υἱὸν θεὸν *] θεὸν υἱὸν V M | * etwa 11 ὡς < M | ἄλλα + τε Μ 17 πᾶν < V 19 λαγνεστέρως, ε aus πεισμονὴν, ει auf Rasur Vcorr πλησμονὴν M 22 ἐνπαροινεῖν M 23 ἐν τῷ] ἔν τε Μ 24 αὐτοῦ aus αὐτῶν Vcorr 28 φησὶν ὁ κύριος aus τοῦ δὲ κυρίου πάλιν λέγοντος Vcorr)
ἔδειξεν οὐν ὅτι οὐ χρὴ βαπτισμοῖς χρῆσθαι καὶ ἔθεσιν ἀνωφελέσι καὶ ἐντάλμασιν ἀνθρώπων καὶ διδασκαλίαις, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ συνῳδὰ τῷ προφήτῃ λέγει ὁ λαὸς οὑτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων«.