Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς καὶ αὐτὸς Ἠσαίας ἐν ἄλλῳ τόπῳ φησί »φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδόσεως, ἀνταποδεδόντος τοῖς ἀντικειμένοις· πρὶν ἤ τὴν ἀδίνουσαν τεκεῖν, πρὶν ἤ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἔρσεν. τίς ἤκουσε τοιοῦτο ἤ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τῆν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος«.

ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ' ἤ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδμοῦ γεγένηται, καὶ τὸ τὸν δἰ αὐτὸν ἀπὸἘλισάβετ κατὰ ἐπαυυελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δἰ\ὠδίνων γεγέννηται;

πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρος ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι »ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν«;

διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν »τὶς γνώσεται αὐτόν;«. εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἄν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε καὶ συμπολῖται·

ἀλλ' ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἐκ πατρὸς μὲν ἀνωθεν γεννηθεὶς ἐν ἐληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν θήτρᾳ γενέσθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν; τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;« ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος.