Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

γέγονε δὲ ἡ ἀρχὴ τούτων μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. ἐπειδὴ γὰρ πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ’ ἐκεῖνο καιροῦ κατᾠκησαν τὸ πλεῖστον, ἐν Πέλλῃ τινὶ πόλει καλουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ εὐαγγελίῳ γεγραμμένης πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μεταναστάντων καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι.

καὶ ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν έν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναὶμ τῆς καὶ Ἀσταρὼθ ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζωραῖοι, οἳ ἄνω μοι προδεδήλωνται.

συναφθεὶς γὰρ οὑτος ἐκείνοις καὶ ἐκεῖνοι τούτῳ, ἑκάτερος ἀπὸ τῆς ἑαυτοῦ μοχθηρίας τῷ ἑτέρῳ μετέδωκε. καὶ διαφέρονται μὲν ἕτερος πρὸς τὸν ἕτερον κατά τι, ἐν δὲ τῇ κακονοίᾳ ἀλλήλους ἀπεμάξαντο. ἥδη δέ μοι καὶ ἐν ἄλλοις λόγοις καὶ κατὰ τὰς ἄλλας αἱρέσεις περὶ τῆς τοποθεσίας Κωκάβων καὶ τῆς Ἀραβίας διὰ πλάτους εἴρηται.

3. Καὶ τὸ μὲν πρῶτον οἇτος ὁ Ἐβίων, ὡς ἔφην, Χριστὸν ἐκ σπέρματος ἀνδρός, τουτέστι τοῦ Ἰωσήφ, ὡρίζετο· ἐκ χρόνου δέ τινος καὶ δεῦρο οἱ αὐτοῦ, ὡς εἰς ἀσύστατον καὶ ἀμήχανον τρέψαντες τὸν ἴδιον νοῦν ἄλλοι ἄλλως παρ' αὐτοῖς περὶ Χριστοῦ διηγοῦνται· [*](καὶ γηράσασιν ἀκμαία ἔνεστιν ἐπιθυμία III 26; S. 43, 19 γάμον νομιτεύει, ἐγκρά- τειαν συγχωρεῖ III 68; S. 54, 32; dazu unten c. 18, 2; S. 357, 16ff u. bei den äern haer. 19, 1, 7; S. 218, 14 f 4 Anspielung auf die clementinischen epp. de virginitate? — 5 ff vgl. zu haer. 29, 7, 7; S. 330, 4 ff — 8 vgl. Matth. 4, 25 — 11 vgl. Zahn, Forschungen I 333 — 18 vgl. haer. 29, 7, 7; die »andern « sind nicht erhalten V Μ) [*](1 τε < M 2 καὶ < Μ Ι ταύτῃ + τῆ Μ 3 διὰ vor τὸν wiederholt Μ 4 <διὸ> * 4 f lies ἐπιγράφουσι?* 5 τούτων *] τούτου V Μ 7 τὸ πλέον 9 βανέας M 12 καρναὶμ, ι auf Rasur V corr Ι τῆς 2 Zahn] Ἀρνὲμ VM 14 Ναζαρηνοὶ V 15 ἐκεῖνοι///, ein Buchstabe wegradiert V 17 ἐν δὲ + καὶ Μ 22 ἀνδρός] ἀνάνδρως Μ | Ἰωσὴφ + <γεγεννῆσθαι> * 23 ὡς εἰς + τὸ * 24 παρ’ αὐτοῖς aus παρὰ τοῖς Vcorr)

336

τάχα δὲ οἶμαι ἀπὸ τοῦ συναφθῆναι αὑτοῖς Ἠλξαῖον τὸν ψευδοπροφήτην τὸν παρὰ τοῖς Σαμψηνοῖς καὶ Ὀσσηνοῖς καὶ Ἐλκεσαίοις καλουμένοις <τὸν προδεδηλωμένον> ὡς ἐκεῖνος φαντασίαν τινὰ διηγοῦνται καὶ περὶ πνεύματος ἁγίου.

τινὲς γὰρ ἐξ αὐτῶν καὶ Ἀδὰμ τὸν Χριστὸν εἶναι λέουσιν, τὸν πρῶτόν τε πλασθέντα καὶ ἐμφυσηθέντα ἀπὸ τῆς τοῦ θεοῦ ἐπιπνοίας.

ἄλλοι δὲ ἐν αὐτοῖς λέγουσιν ἄνωθεν μὲν αὐτὸν ὄντα πρὸ πάντων δὲ αὐτὸν κτισθέντα, πνεῦμα ὄντα καὶ ὑπὲρ άγγέλους ὄντα πάντων τε κυριεύοντα, καὶ [*](1 ff vgl. haer. 19, 5, 4; S. 222, 25 ff — für die ührung der mit den Elkesaiten in der Christologie vgl. mit dem Folgenden Hippolyt refut. IX 14,1; S. 252, 20 ff Wendland über Elxai) τὸν Χριστὸν δὲ λέγει ἄνθρωπον κοινῶς πᾶσι γεγονέναι, τοῦτον δὲ οὐ νῦν πρώτως ἐκ πρώτως γεγεννῆσθαι, ἀλλὰ καὶ πρότερον, καὶ αὖθις πολλάκις γεννηθέντα καὶ γεννώμε- νον πεφηνέναι καὶ φύεσθαι, ἀλλάσσοντα γενέσεις καὶ μετενσωματούμενον — 3f vgl. haer. 19, 4, 1 ff; S. 221, 6 ff — 4 f vgl. dement. Hom. III 20; S. 41, 29 Lagarde ἐὰν τῷ ὑπὸ χειρῶν θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἄλγιον Χριστοῦ μὴ δῷ τις ἔχειν πνεῦμα κτἑ ΙΙΙ 21; S. 42, 4 οὗτος αὐτὸς μόνος ἀληθὴς ὑπάρξας προφήτης VIII 10; S. 88, 22 ὁ γεγονὼς τῆς τοῦ πεποιηκότος αὐτὸν πνέων θειότητος, ἀληθὴς προφήτης ὤν dement. Recogn. I 45 hunc primum pater oleo perunxit, quod ex ligno vitae fuerat sumtuni . ex illo ergo unguento Christus appellatur I 47 memini . . dixisse te de primo howine, quia propheta fuit . . . si primus, inquit, homo prophetanit, certum est, quod et unctus sit . . . qiiia quia unguento prophetare non poterat (beachte auch clement. Hom. II 52; S. 86, 8 οὔτε Ἀδὰμ παραβάτης ἦν ὁ ὑπὸ τῶν τοῦ θεοῦ χειρῶν κυοφορηθείς Victorinus Rhetor zu Gal. 1, 19; Migne S, 1155 B dicunt cnim eiim ipsum Adam esse et esse animam generalem — 6 — S. 337, 1 vgl. dement. Hom. III 19; S. 41, 17 μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος ΙΙΙ 20; S. 41, 34 ff διὰ τοὺς καμάτους θεοῦ ἐλέει χρισθείς . . . οὗτος ἄρχειν καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμη- ται· πρὸς τούτοις δὲ αὐτοῦ τοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν XV 7; S. 148, 24 XX 2; S. 190, 6 dement. Recogn. IX 3 usque ad nuptiarum tenipus, quod est pracsentia saeculi venfuri, statuit virtutem quandani, qiiae ex his quae in hoc mundo nascuntur, cligat et custodiat meliores ac servet filio suo II 42 uni vero qui in archangelis erat maximus sorte data est dispensatio eorum, qui prae ceteris omnibus excelsi dei cultum atque scientiam receperunt V M) [*](2 Ἐσσηνοῖς M 3 μοι > * 4 διηγοῦνται *] διηγεῖται VM 5 λέγουσιν εἶναι M Ι τε ausradiert Vcorr Ι πλασθέντα + τε V 7 αὐτὸν beidemale < V)

337
Χριστὸν λέγεσθαι, τὸν ἐκεῖσε δὲ αἰῶνα κεκληρῶσθαι·

ἔρχεσθαι δὲ ἐνταῦθα ὅτε βούλεται, ὡς καὶ ἐν τῷ Ἀδὰμ ἦλθε καὶ τοῖς πατριάρχαις ἐφαίνετο ἐνδυόμενος τὸ σῶμα· πρὸς Ἀβραὰμ δὲ ἐλθὼν καὶ Ἰσαὰκ καὶ Ἰσκὼβ ὁ αὐτὸς ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἦλθεν καὶ αὐτὸ τὸ σῶμα τοῦ Ἀδὰμ ἐνεδύσατο καὶ ὤφθη ἀνθρώποις καὶ ἐσταυρώθη καὶ ἀνέστη καὶ ἀνῆλθεν.

πάλιν δὲ ὅτε βούλονται λέγουσιν· οὐχί, ἀλλὰ εἰς αὐτὸν ἡλθε τὸ πνεῦμα ὅπερ ἐστὶν ὁ Χριστὸς καὶ ἐνεδύσατο αὐτὸν τὸν Ἰησοῦν καλούμενον. καὶ πολλὴ παρ᾿ αὐτοῖς σξλιτωσις, ἄλλοτε ἄλλως καὶ ἄλλως αὐτὸν ὑποτιθεμένοις.