Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

γέγονε δὲ ἡ ἀρχὴ τούτων μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. ἐπειδὴ γὰρ πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ’ ἐκεῖνο καιροῦ κατᾠκησαν τὸ πλεῖστον, ἐν Πέλλῃ τινὶ πόλει καλουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ εὐαγγελίῳ γεγραμμένης πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μεταναστάντων καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι.

καὶ ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν έν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναὶμ τῆς καὶ Ἀσταρὼθ ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζωραῖοι, οἳ ἄνω μοι προδεδήλωνται.

συναφθεὶς γὰρ οὑτος ἐκείνοις καὶ ἐκεῖνοι τούτῳ, ἑκάτερος ἀπὸ τῆς ἑαυτοῦ μοχθηρίας τῷ ἑτέρῳ μετέδωκε. καὶ διαφέρονται μὲν ἕτερος πρὸς τὸν ἕτερον κατά τι, ἐν δὲ τῇ κακονοίᾳ ἀλλήλους ἀπεμάξαντο. ἥδη δέ μοι καὶ ἐν ἄλλοις λόγοις καὶ κατὰ τὰς ἄλλας αἱρέσεις περὶ τῆς τοποθεσίας Κωκάβων καὶ τῆς Ἀραβίας διὰ πλάτους εἴρηται.

3. Καὶ τὸ μὲν πρῶτον οἇτος ὁ Ἐβίων, ὡς ἔφην, Χριστὸν ἐκ σπέρματος ἀνδρός, τουτέστι τοῦ Ἰωσήφ, ὡρίζετο· ἐκ χρόνου δέ τινος καὶ δεῦρο οἱ αὐτοῦ, ὡς εἰς ἀσύστατον καὶ ἀμήχανον τρέψαντες τὸν ἴδιον νοῦν ἄλλοι ἄλλως παρ' αὐτοῖς περὶ Χριστοῦ διηγοῦνται· [*](καὶ γηράσασιν ἀκμαία ἔνεστιν ἐπιθυμία III 26; S. 43, 19 γάμον νομιτεύει, ἐγκρά- τειαν συγχωρεῖ III 68; S. 54, 32; dazu unten c. 18, 2; S. 357, 16ff u. bei den äern haer. 19, 1, 7; S. 218, 14 f 4 Anspielung auf die clementinischen epp. de virginitate? — 5 ff vgl. zu haer. 29, 7, 7; S. 330, 4 ff — 8 vgl. Matth. 4, 25 — 11 vgl. Zahn, Forschungen I 333 — 18 vgl. haer. 29, 7, 7; die »andern « sind nicht erhalten V Μ) [*](1 τε < M 2 καὶ < Μ Ι ταύτῃ + τῆ Μ 3 διὰ vor τὸν wiederholt Μ 4 <διὸ> * 4 f lies ἐπιγράφουσι?* 5 τούτων *] τούτου V Μ 7 τὸ πλέον 9 βανέας M 12 καρναὶμ, ι auf Rasur V corr Ι τῆς 2 Zahn] Ἀρνὲμ VM 14 Ναζαρηνοὶ V 15 ἐκεῖνοι///, ein Buchstabe wegradiert V 17 ἐν δὲ + καὶ Μ 22 ἀνδρός] ἀνάνδρως Μ | Ἰωσὴφ + <γεγεννῆσθαι> * 23 ὡς εἰς + τὸ * 24 παρ’ αὐτοῖς aus παρὰ τοῖς Vcorr)

336

τάχα δὲ οἶμαι ἀπὸ τοῦ συναφθῆναι αὑτοῖς Ἠλξαῖον τὸν ψευδοπροφήτην τὸν παρὰ τοῖς Σαμψηνοῖς καὶ Ὀσσηνοῖς καὶ Ἐλκεσαίοις καλουμένοις <τὸν προδεδηλωμένον> ὡς ἐκεῖνος φαντασίαν τινὰ διηγοῦνται καὶ περὶ πνεύματος ἁγίου.

τινὲς γὰρ ἐξ αὐτῶν καὶ Ἀδὰμ τὸν Χριστὸν εἶναι λέουσιν, τὸν πρῶτόν τε πλασθέντα καὶ ἐμφυσηθέντα ἀπὸ τῆς τοῦ θεοῦ ἐπιπνοίας.