Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Σαμαρείτης μὲν γὰρ ὤν διὰ τῆς βδελυρίας τοὔνομα ἀρνεῖται, Ἰουδαῖον δὲ ἑαυτὸν ὁμολογῶν Ἰουδαίοις ἀντίκειται, καίτοι συμφωνῶν αὐτοῖς ἐν μέρει, ὡς ὕστερον ἐν ταῖς περὶ τούτου ἀποδείφεσι τοῦ κατ’ αὐτῶν ἀλεγχου παραστήσομεν, θεοῦ ἐπιβοηθοῦντος.

2. Οὑτος γὰρ ὁ Ἐβίων σύγχρονος μὲν τούτων ὑπῆρχεν, ἀπ’ αὐτῶν δὲ σὺν αὐτοῖς <ὤν> ὁρμᾶται.

τὰ πρῶτα δὲ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρός, τουτέστι τοῦ Ἰωσήφ, τὸν Χριστὸν γεγεννῆσθαι ἔλεγεν· ὡς καὶ ἤδη ἡμῖν προείρηται ὅτι τὰ ἵσα τοῖς ἄλλοις ἐν ἅπασι φρονῶν ἐν τούτῳ μόνῳ διεφέρετο, ἐν τῷ τῷ νόμῳ τοῦ Ἰουδαϊσμοῦ προσανέχειν κατὰ σαββατισμὸν καὶ κατὰ τὴν περιτομὴν καὶ κατὰ τὰ ἄλλα πάντα, ὅσαπρ παρὰ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιτελεῖται.

ἔτι δὲ πλείω οὗτος παρὰ τοὺς Ἰουδαίους ὁμοίως τοῖς Σαμαρείταις διαπράττεται. προσέθετο γὰρ τὸ παρατηρεῖσθαι ἅπτεσθαί τινος τῶν ἀλλοεθνῶν καθ' ἑκάστην δὲ ἡμέραν,

εἴ ποτε γυναικὶ συναφθείη καὶ ᾖ ἀπ' αὐτῆς, βαπτίζεσθαι ἐν τοῖς ὕδασιν, εἴ που δἂν εὐποροίη ἢ θαλάσσης ἢ ἄλλων ὑδάτων.

ἀλλὰ καὶ εἰ συναντήσειέν τινι ἀνιὼν ἀπὸ τῆς τῶν ὑδάτων καταδύσεως καὶ βαπτισμοῦ, ὡσαύτως πάλιν ἀνατρέχει βαπτίζεσθαι, πολλάκις καὶ σὺν τοῖς ἱματίοις.

τὰ νῦν δὲ [*](1 Prov. 5, 14 — 8 ff vgl. Origenes in Matth. tom. XVI 12; IV 37 f Lommatzsch ἐκ Μαρίας καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι Eusebius h. e. ΙΙΙ 27, 2 S. 256, 4 Schwartz — 15 vgl. dement. Hom. XIII 4; S. 134, 15ff Lagarde πρὸς τοίτοις δὲ ἀδιαφόρως μὴ βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐδὲ συνεστιᾶσθαι αἰτοῖς δυνάμενοι διὰ τὸ ἀκαθάρτως αὐτοὺς βιοῦν u. oben haer. 9, 3, 6 S. 200, 13f haer. 13, 1, 2; S. 206, 3 — 16 vgl. dement. Hom. VII 8; S. 84, 14 Lagarde ἀπὸ κοίτης γυναικὸς λούεσθαι XI 30; S. 118, 17 ἀλλὰ κω μετὰ κοινωνίαν βαπτίζεσθαι δεῖ — 20 zu σὺν ἱματίοις vgl. haer. 9, 3, 6; S. 200, 14 f u. Hippolyt refut. IX 15, 3; S. 253, 26 Wendland βαπτισθῆτε ἐκ δευτέρου σὺν τοῖς ἐνδύμασιν u. ebenda 15, 5; S. 254, 6 βαπτισάσθω > παντὶ τῷ φορέματι αὐτοῦ — 20 ff vgl. dement. Hom. ep. Clem. ad Jac. 7; S. 8, 14ff Lagarde πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει, προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελείτωσαν· ἐνίοις γὰρ V M) [*](1 ἐπ’ αὐτῶ aus ἐπ’ αὐτὸν Vcorr Ι τὸ2 ausradiert Vcorr; lies wohl ὅτι * 3 γὰρ] οὖν V 5 ὡς ὕστερον hineingeflickt Vcorr 8 <ὤν> * 9 τοῦ < 10 ἐν < M 11 τῷ 1 oben über Vcorr 13 f ἐπιτελεῖται — Σαμαρείταις < M 14 οὗτος, ο aus ω Vcorr 15 τινὸς τῶν *] τινῶν VM 17 ἥπου M)

335
ἀπηγόρευται παντάπασι παρ' αὐτοῖς παρθενία τε καὶ ἐγκράτεια, ὡς καὶ παρὰ ταῖς ἄλλαις ταῖς ὁμοίαις ταύτῃ αἱρέσεσι. ποτὲ γὰρ παρ- θενίαν ἐσεμνύνοντο, δῆθεν διὰ τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου· > καὶ τὰ αὐτῶν συγγράμματα πρεσβυτέροις καὶ παρθένοις γράφουσι.

γέγονε δὲ ἡ ἀρχὴ τούτων μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. ἐπειδὴ γὰρ πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ’ ἐκεῖνο καιροῦ κατᾠκησαν τὸ πλεῖστον, ἐν Πέλλῃ τινὶ πόλει καλουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ εὐαγγελίῳ γεγραμμένης πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μεταναστάντων καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι.

καὶ ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν έν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναὶμ τῆς καὶ Ἀσταρὼθ ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζωραῖοι, οἳ ἄνω μοι προδεδήλωνται.