Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἠλθεν οὑν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα·
αὔτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς καὶ τῶν ἄλλων σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται.
πῶς δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ Μνῶν πεπιστευκόσι μὴ βάρος ἐπιτίθεσθαι πλὴν τῶν ἐπάναγχες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ εἰδωλοθύτου;«
πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὡφελήσει«, »οἵτινες ἐν νόμῳ καυχάσθε, τῆς χάριτος ἐξεπέστε«;
9. Ἀρκέσει γοῦν καὶ ἐν ταύτῃ τῇ αἱρέσει ἡ διὰ τῆς συντομίας παρ' ἡμῶν διάλεξις. εὐθυέλεγκτοι γὰρ οἱ τοιοῦτοι καὶ εὐάλωτοι, καὶ Ἰουδαῖοι μᾶλλον καὶ οὐδὲν ἕτερον.
πάνυ δὲ οὗτοι ἐχθροὶ τοῖς Ἰουδαίοις ὑπόρχουσιν. οὐ μόνον γὰρ οἱ τῶν Ἰουδαίων παῖδες πρὸς [*](3 zu ἀποκλεισθέντος vgl. Justin apol. I 47 u. a. St. (gesammelt bei ürer, Gesch. d. üd. Volkes 4 I 699 Anm. 146) — 4 vgl. Matth. 5, 17 — 8 vgl. Gal. 3, 22 — 9 Deut. 27, 26 (Gal. 3, 10) — 13 vgl. oben haer. 8, 6, 5ff; S. 192, 9 ff — 18 Act. 15, 28 — 21 Gal. 5, 2 — 22 Gal. 5, 4 V M) [*](2 σκηνο///πηγίαν, ο aus ω V corr 3 τόπου *] νόμου 5 καταλύων Μ 10 hinter ἦλθεν ein μὲν getilgt V corr 11 hinter δεσμοῖς angeflickt τοῖς V corr 12 μείζονα, ο aus ω Vcorr 13 οὕτω M 15 σχέσει ausradiert, jedoch nicht ersetzt Vcorr 16 ἐντελέστερα, ρα auf Rasur Vcorr Ι οὖν auf Rasur statt δὲ / / / / Vcorr 20 θεοῦ] χριστοῦ M 21 ἁγίου < M 23 ἐξεπέσετε, ε statt α Vcorr 24 οὖν V)
δῆθεν γὰρ τούτοις περισσότερον ἐνέχουσι, διὰ τὸ ἀπὸ Ἰουδαίων αὐτοὺς ὄντας Ἰησοῦν κηρύσσειν εἶναι <τὸν> Χριστόν, ὅπερ ἐναντίον πρὸς τοὺς ἔτι Ἰουδαίους, τοὺς τὸν Ἰησοῦν μὴ δεξαμένους.
ἔχουσι δὲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον πληρέστατον Ἑβραϊστί. παρ' αὐτοῖς γὰρ σαφῶς τοῦτο, καθὼς ἐξ ἀρχῆς ἐγράφη, Ἑβραἰκοῖς γράμμασιν ἔτι σῴζεται. οὐκ οἶδα δὲ εἰ καὶ τὰς γενεαλογίας τὰς ἀπὸ τοῦ Ἀβραὰμ ἄχρι Χριστοῦ περιεῖλον.