Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὅμως τούτῳ τῷ ὀνόματι πρὶν τοῦ Χριστιανοὺς αὐτοὺς καλεῖσθαι τὴν ἐπωνυμίαν ἐκέκτηντο. ἐπὶ Ἀντιοχείας δέ, καθάπερ ἄνω ἐπεμνήσθημεν καὶ ὡς ἔχει ἡ τῆς ἀληθείας ὑπόθεσις, ἤρξαντο οἱ μαθηταὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ θεοῦ Χριστιανοὶ καλεῖσθαι.
[*](4f vgl. Luk. 1, 33 — 7 Joh. 18, 36 — 13 vgl. Luk. 1, 33 — 24 ἰατρὸς καὶ σωτήρ, vgl. zu Ancoratus c. 108, 7; S. 133, 2 — 25 ff vgl. S. 322, 2 V M)[*](3 κατὰ] dazu am Rande (?) διὰ Vcorr 4 Μαριὰμ M Ι καθεζομένω M Ι * etwa <μένει αὐτοῦ ὁ θρόνος> *, vgl. Z. 12 6 τότε] τε V 11 ὀνομασθῆ VM 12 νείζο///να, ο aus ω Vcorr 17 ἐπειδὴ am Rande nachgetragen Vcorr Ι εἰπεῖν nach ἐλήλυθα am Rande ügt Vcorr < Μ 18 πρὶν] πλὴν M. 19 ὁ < Μ 19f ὑποθέσεως τούτου, ως u. τού auf Rasur V τούτου auf Rasur M 20 τοῦ Ἰεσσαὶ] Ἰεσσαῖοι M 21 f ὄντες αὐτοῦ V 25 ἐπὶ *, vgl. S. 322, 2] ἀπὸ VM 27 Χρι///στιανοὶ, ι aus η V)5. Εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τούτων τὴν ὑπόθεσιν ἐντυχὼν τοῖς τοῦ Φίλωνος ὑπομνήμασιν ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφομένῃ βίβλῳ, ὡς τούτων τὴν πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μάρειαν λίμνην ἱστορῶν περιοικίδι οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ Χριστιανῶν.
οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ Μαρεῶτιν δὲ τὸν τόπον καλοῦσι) καὶ καταχθεὶς παρ' αὑτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται.
ἐν ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο καὶ ὥς τινες ἑβδομάδα τὴν ἀγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ' ἑσπέραν. ἠν δὲ πάντα ταῦτα τῷ ἀνδρὶ πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χριστιανῶν ὑπόθεσιν.
ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι ἐπ’ ἀλίγῳ χρόνῳ μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος κατὰ τοὺς χρόνους τούτους τινὲς ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ γένος Ἰουδαῖοι καὶ τῷ νόμῳ προσανέχοντες καὶ περιτομὴν κεκτημένοι,
άλλ΄ ὥσπερ άπὸ σκοποῦ τινες θεασάμενοι πῦρ καὶ μὴ νοήσαντες δι' ἥν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες ἢ [*](2 ff gemeint ist Philo de vita contemplativa ; Epiph. ützt jedoch nur den Bericht bei Eusebius h. e. II 16, 2 ff; S. 140, 23 ff Schwartz. — Zu Ἰεσαῖοι vgl. auch Nilus de mon. exercit. 3; Migne 79, 721 A/B Ἰουδαίων δὲ ὅσοι τοῦτον ἐτίμησαν τὸν βίον εἰσὶ μὲν τοῦ Ἰωναδὰβ ἀπόγονοι, πάντας δὲ τοὺς ὡσαύτως βιοῦν ἐθέλοντας προσιέμενοι εἰς τὴν αὐτὴν ἐνάγουσι πολιτείαν,’ ἐν σκηναῖς κατοικοῦντες διὰ παντὸς οἴνου τε καὶ πάντων τῶν πρὸς τὸ ἁβροδίαιτον ἀπεχόμενοι καὶ δίαιταν ἔχοντες εὐτελῆ καὶ τῇ χρείᾳ συμμεμετρημένην τοῦ σώματος. σφόδρα μὲν οὖν ἀπιμελοῦνται τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ παραμένουσιν, ὅθεν καὶ Ἰεσσαῖοι κα· λοῦνται, αὐτοὺς λογίους δηλοῦντος τοῦ ὀνόματος — 3f vgl. Eusebius h. e. 11 17, 2 S. 142, 5 ff Schwartz u. 17, 18; S. 150, 3 ff — 8 — 13 zusammengesetzt aus Eusebius h. e. n 17, ff; S. 148, 13ff Schwartz u. 17, 21f; S. 152, 1ff — 14 ff vgl. Eusebius h. e. II 16, 1; S. 140, ff Schwartz u. 17, 2; S. 142, 8 ff ἐκθειάζων τε καὶ σεμνύνων τοὺς κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἐβραἰων ὡς ἔοικε γεγονότας ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας Μῶν V M) [*](1 τούτου V 3 ὅς aus ὡς Vcorr 4 Μαρίαν VM 5 vor περὶ2 ein καὶ getilgt V corr 6 Μαρεῶτιν *] Μαρεώτην VM 8 τῶν πάσχα M 9 καὶ < M 11 Μ’, θ aus τ Vcorr 14 ἐπὶ M 18 νόμῳ + δὲ V Ι προσέχοντες M)