Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ Δαυὶδ ἔδει τὸν χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός· παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον.
εἴποι δ’ ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου Δαυὶδ οὐ καθέζεται; »ἡλθον« γάρ φησι τὸ εὐαγγέλιον χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε« »καὶ ἐκρύβη ἐν Ἐφραὶμ πόλει τῆς ἐρήμου«.
φθάσαντες δὲ ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέ- [*](2 zu Ἰεσσαῖοι vgl. unten S. 325, 21 ff — 2f vgl. Act. 11, 26 — 7 Psal. 131, 11 — 11 Psal. 131, 11 — 12 Psal. 109, 4 — 13 f vgl. Hebr. 6, 17 — 15 Gen. 22, 16 — 15 f vgl. Hebr. 6, 13 — 23 vgl. Rom. 1, 3 — 25 vgl. Job. 6, 15 — 26 Job. 11, 54 V M) [*](2 καὶ < V 8 δέδια δὲ] διὰ δὲ M. Ι † ὡς] lies etwa μὴ εἰς πολὺ μῆκος ἐλάσω τὴν πραγματείαν· διὸ > ως * 9 † ὑπόθεσιν] ὑπόμνησιν aus ὑπόθεσιν Vcorr; ricbtiger etwa ὑφήγησιν * 14 τις Μ 16 ὁ < V 17 ὁ < Μ 19 τοῦ < Μ 20 ὡς *] ὥσπεροῦν aus ὃς Vcorr ὃς M 20 f καὶ < V 21 vor Χριστός + ὁ M 27 πόλιν M Ι ἡμεῖς binter δὲ hineingeflickt Vcorr 28 ἠρωτημένοι Μ)
3. Θρόνος γὰρ Δαυὶδ καὶ βασιλικὴ ἔδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαυίδ, μὴ διαλείποντα εἰς τὸν αἰῶνα.
ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος Δαυὶδ ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἠλθεν »ᾡ τὰ ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν‘ <ὥς>
ἔληξαν γὰρ ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες. ἕως γὰρ αὐτοῦ * ἡγούμενοι, διέπεσε δὲ ἡ τάξις καὶ > έστη ἐξότε αὐτὸς γεννᾶται ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐπὶ Ἀλεξάνδρου τοῦ τοῦ γένους ἱερατικοῦ καὶ βασιλικοῦ.