Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὔτε γὰρ ἐκ σπέρματος Ἰωσὴφ ὁ Χριστός, ἐπεὶ πῶς ἔτι σημεῖον εἴη τὸ γέννημα, καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ εἰρημένον πῶς ἔτι συσταθήσεται, ὡς εἶπεν »αὐτὸς ὁ κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν« καὶ τὰ ἑξῆς·

πῶς δὲ ἔτι πληρωθήσεται τὸ εἰρημένον παρὰ τῆς ἁγίας παρθένου πρὸς τὸν Γαβριήλ »πῶς ἔσται τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω« καὶ αὐτοῦ λέγοντος »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι« καὶ τὰ ἑξῆς, πῶς δὲ ἔτι πάλιν οὐκ ἐλεγχθήσεται αὐτῶν ἡ ἄνοια,

τοῦ εὐαγγελίου σαφῶς λέγοντος ὅτι »ηὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν ἢ συνελθεῖν αὐτούς«;

ἔστιν δὲ γνῶναι σαφῶς ὅτι οὐδὲ ὅλως συνῆλθον. μὴ γένοιτο γὰρ τοῦτο εἰπεῖν, ἐπεὶ οὐκ ἂν μετὰ σταυρὸν προενόει παραθέσθαι αὐτὴν Ἰωάννῃ τῷ ἁγίῳ παρθένῳ, ὡς λέγει »ἴδε ἡ μήτηρ σου« καὶ τῇ αὐτῇ »ἴδε ὁ οὑός σου«.