Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οἱ μὲν Στρατιωτικοὶ καλούμενοι καὶ Γνωστικοί, τῷ πατρὶ φύσει τῶν ὅλων προσφέροντες αὐτὸ τὸ ἐπὶ ταῖς χερσί, καὶ λέγουσιν »άναφέρομέν σοι τοῦτο τὸ δῶρον, τὸ σῶμα τοῦ Χριστοῦ«.

καὶ οὕτως αὐτὸ ἐσθίουσι μεταλαμβάνοντες τὴν ὲαυτῶν αἰσχρότητα καί φασι »τοῦτό ἐστι τὸ σῶμα τοῦ Χριστοῦ καὶ τοῦτό ἐστι τὸ πάσχα, δι' ὃ πάσχει τὰ ἡμέτερα σώματα καὶ άναγκάζεται ὸμολογεῖν τὸ πάθος τοῦ Χριστοῦ«.

ὡσαύτως δὲ καὶ τὸ ἀπὸ τῆς γυναικός, ὅταν γένηται αὐτὴν γενέσθαι ἐν ῥύσει τοῦ αἵματος, τὸ καταμήνιον συναχθὲν ἀπ' αὐτῆς αἷμα τῆς ἀκαθαρσίας ὡσαύτως λαβόντες κοινῇ ἐσθίουσι. καὶ »τοῦτο, φασίν, ἐστὶ τὸ αἱμα τοῦ Χριστοῦ«.

5. διὸ καὶ ἐν ἀποκρύφοις ἀναγινμώσκοντες ὅτι »εἶδον δένδρον φέρον δώδεκα καρποὺς τοῦ ἐνιαυτοῦ καὶ εἶπέν μοι τοῦτό ἐστι τὸ ξύλον τῆς ζωῆς«, αὐτοὶ ἀλληγοροῦσιν εἰς τὴν κατὰ μῆνα γινομένην γυναικείαν ῥύσιν.

Μισγόμενοι δὲ μετ' ἀλλήλων τεκνοποιίαν ἀπαγορεύουσιν. οὐ γὰρ εἰς τὸ τεκνοποιῆσαι παρ' αὐτοῖς ἡ φθορὰ ἐσπούδασται ἀλλ' ὴδονῆς χάριν, τοῦ διαβόλου ἐμπαίζοντος τοῖς τοιούτοις καὶ καταχλευάζοντος τὸ ἐκ θεοῦ πλάσμα πεπλασμένον.

ἀλλὰ τὴν μὲν ἡδονὴν ἐπιτελοῦσιν, εἰς ἑαυτοὺς δὲ ἀπολαμβάνουσι τὰ τῆς ἀκαθαρσίας αὐτῶν [*](3 ff frei wiedergegeben bei Oecumenius comm. in ep. Jud. Migne PG 119 712 C ff — Scharfe Verurteilung dieses Brauchs Pistis Sophia c. 147; S. 251, 14 ff Schmidt Buch Jeu c. 43; S. 304, 17 Schmidt — 17 ἐν ἀποκρύφοις bezieht sich nicht auf ein gnostisches Apokryphen — der Ausdruck ἀναγινώσκειν ἐν zusammen mit dem folgenden ἀλληγοροῦσι setzt vielmehr eine allgemein ängliche Schrift voraus — , sondern meint die Johannesapokalypse; vgl. haer. 51, 3, 4 ἀπόκρυφον μὴ δεχόμενοι διὰ τὰ ἐν τῇ Ἀποκαλύψει βαθέως καὶ σκοτεινῶς εἰρημένα u. haer. 77366 ὅτι παρὰ πλείστοις(!) ἐστὶν ἡ βίβλος πεπιστευμένη καὶ παρὰ τοῖς θεοσεβέσιν δῆλον. Die freie Gestaltung des Citats ist bei Epiph. nicht auffallend — vgl. Apok. 22, 2 V M) [*](1 ἵνα] ὅτι M 2 τολμώμενα] λεγόμενα V 3 πάθABBREV, η ausradiert, nicht ersetzt V 7 μὲν < M 8 φύσει *] φασὶν V φησὶ M 11 am Rande (??) ἀκαθαρσίαν Vcorr 15 καταμηνιαῖον Μ Ι ἀπ’ αὐτῆς *] αὐτῆ V ὑπ’ αὐτῆς Μ 19 κατὰ μῆνα] καταμηνιαίαν M 21 τεκνοποι///ίαν, ί aus εἰ V τεκνοποιεῖν M 22 ἐσπούδασται x003C; M)

282
σπέρματα, μὴ εἰς τεκνογονίαν καταβαλλόμενοι, ἀλλ’ αὐτοὶ τὸ τῆς αἰσχρότητος ἔσθοντες.

ἐὰν δὲ καὶ προληφθῇ τις αὐτῶν ἐγκατασπεῖραι τὴν καταβολὴν τῆς κατὰ φύσιν [αὐτῶν] ἀπορροίας καὶ ἡ γυνή, τί δεινότερον τολμῶσιν οἱ τοιοῦτοι ἄκουε.