Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀλλὰ ὁ τότε συμπαραστὰς τῷ ἁγίῳ Ἱωσὴφ καὶ ἡμῖν παρέστη. καὶ τὸν ἐκεῖνον ἐκεῖ ῥυσάμενον ἐπικεκλημένοι οἱ ἀνάξιοι καὶ ἀνίκανοι, ἐλεηθέντας καὶ ἀποδράντες τὰς ἀλιτηρίους αὐτῶν χεῖρας, θεῷ τῷ παναγίῳ ὕμνον ᾄσαντες ἠδυνήθημεν καὶ αὐτοὶ λέγειν τό »ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἐ̓ρριψεν εἰς θάλασσαν«.
οὐ γὰρ ὁμοίᾳ δυνάμει τῆς ἐκείνου δικαιοσύνης, ἀλλὰ στεναγμῷ τῷ πρὸς τὸν θεὸν ἐλεηθέντες ἐσώθημεν. ὀνειδιζόμενος γὰρ ὑπ΄ αὐτῶν τῶν όλετηρίων [*](19 vgl. Gen. 39, 6ff — 25 Exod. 15, 1 V Μ) [*](1 τὸ < V 2 *] σημαίνων durcligestriclieii Vcorr; lies wohl φαίνεται ὁ μῦθος τοῦ Διὸς;> σημαίνων * 3 ἀπο///σεί///σο///μαι, durch kleine änderungen bei ο, ει u. ο hergestellt Vcorr ἀποσιωπήσομεν M 4 πόν///ον, ein Buchstabe ausradiert radiert Vcorr πόντον Μ Ι μὲν] δὲ Μ 6 ἤ3 < V 8 εἰμὶ M Ι ἁγίας < M 9 † ἐλπὶς] lies viell. σύντασις * 11 ἀναλάβω *] λάβω getilgt, ür am Rande Μήσω Vcorr λάβω M Ι καὶ γινόμενα < M 12 † ἐλάττω] lies wohl χείρω* 13 όλεξιτήριον M 16 ταίτη V 17 οὕτω 18 προέτειναν G] περιέμειναν VM 22 συνπαραστὰς M)
ἐπειδήπερ ἥτις αὐτῶν εὐμορφοτέρα εἴη δέλεαρ ὥσπερ ἑαυτὴν προτίθησιν, ὥστε δι’ αὐτῆς τοὺς ἀπατωμένους ἀντὶ τοῦ ἀπολλύειν σῴζειν ἐπιφημίζειν. καὶ ὄνειδος λοιπὸν τῇ ἀμόρφῳ γίνεται παρὰ τῶν εὐμορφοτέρων, ὅτι ἐγώ. φησί, σκεῦός εἰμι ἐκλογῆς, δυναμένη σῴζειν τοὺς ἀπαωμένους, σὺ δὲ οὐκ ἴσχυσας.
ἠσαν μὲν οὑν αἱ τὸν ἀγώγιμον μῦθον τοῦτον ὑφηγούμεναι τῇ μορφῇ τῆς αὐτῶν ὅψεως εὐπροσωπόταται, τῷ δὲ νῷ τῆς αὐτῶν μοχθηρίας τὴν πᾶσαν τοῦ διαβόλου ἀμορφίαν κεκτημέναι. ἀλλὰ ὁ ἐλεήμων θεὸς τῆς μοχθηρίας αὐτῶν ἡμᾶς ἐρρύσατο, ὥστε μετὰ τὸ ἀναγνῶναι ἡμᾶς καὶ τὰς βίβλους αὐτῶν καὶ ἐπιστῆσαι τὸν νοῦν τῇ ἀληθείᾳ καὶ μὴ συναπαχθῆναι, ἀποδρᾶσαί τε καὶ μὴ δελεασθῆναι,
τὸ τηνικαῦτα ἐσπουδάσαμεν καὶ τοῖς ἐπισκόποις τοῖς ἐν τῷ τόπῳ ἐκείνῳ αὐτοὺς ὑποδεῖξαι καὶ τὰ όνόματα <τὰ> ἐν τῇ ἐκκλησίᾳ κρυμμένα φωρᾶσαι, <ὠς> καὶ τοὺς αὐτοὺς ἀπελαθῆναι τῆς πόλεως, περί που ὀγδοήκοντα, καὶ τὴν πόλιν τῆς αὐτῶν ζιζανιώδους ὕλης καὶ ἀκανθώδους καθαρθῆναι.
18. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως τάχα καὶ ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων σγνώκαμεν, τινὰ δὲ δι’ ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑπο- δεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων.