Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἰωάννης γὰρ λέγει »εἴ τις ἔρχεται«, φησί, »πρὸς ὑμᾶς, καὶ οὐ φέρει τὴν διδαχὴν ταύτην‘. καὶ ποίαν φησίν; »εἴ τις οὐχ ὁμολογεῖ Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἀντίχριστός ἀστι«. »καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν«, ὡς τῶν μὴ ὁμολογούντων τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἀντιχρίστων ὑπαρχόντων. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ λέγει [*](D57) »οἱ καταξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν οὕτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ' ἰσάγγελοί εἰσιν( οὐ μόνον δέ,

ἀλλὰ καὶ ἴνα δείξῃ τὴν σαφῆ ἁγνείαν καὶ τὴν διὰ τοῦ ἐδιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαριάμ »μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα«, ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων καὶ ἀμιγῆ.

ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ λέγει προθεσπίζον τὸ ἅγιον πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ > μετέπειτα »μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι καὶ εὐνοῦχος ὃς οὐκ εἰργάσατο ἐν χεροὶν ἀνόμημα«, ἴνα παρακόψῃ τὰ διὰ τοῦ μύθου αὐτῶν ἐν χερσὶν αἰσχρουργηματα.

16. Πίσα δὲ ἄλλα ἔστιν εἰπεῖν, ὡς τοῦ ἀποστόλου λέγοντος πῆ μἐν »ὁ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ« — τοῦτο δέ φησι δεῖξαι τὴν ἁγνείαν ἐν ἀληθείᾳ, ἐκ τοῦ [*](1 Psal. 1, 3 — 2 Psal. 1, 2 — 11 ΙΙ Joh. 10 — 12 II Job. 7 — 13 I Joh. 2, 18 — 16 Luk. 20, 35f — 19 Job. 20, 17 — 22 Weist. Sal. 3, 13f — 27 I Kor. 7, 32. 34 V M) [*](6 καθ’, θ aus τ Vcorr κατ’ M 7 τε] δὲ Μ Ι οὐχ, χ aus κ V corr 10 τοῦ τῆς auf Rasur Vcorr τῆς τοῦ λόγου ἀληθείας M 11 f ταύτην τὴν διδαχὴν οὐ φέρει V 12 οὐκ M 14 τῶν μὴ *] μὴ τῶν VM Ι τὸν < Μ 14f ἐν σαρκί — ἀντιχρίστων < M 17 γαμίσκονται M 18 σαφὴν M Ι ἰδιάζειν] ἁγιάζειν V Ι ἁγι///στείαν, α ausradiert Vcorr ἁγιαστίαν Μ 19 Μαρία V | πατέρα + μου 22 < τοὺς> * 23 ἐν χερσὶν] ἐν < V χειρὶ Μ)

296
ἁγίου πνεύματος ἐπιτρεπόμενος οὐ παρέργως — , ἔπειτα δὲ περὶ τῶν τὸν γάμον ἐχόντων τὸν σεμνὸν λέγοντος τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός‘.

ἀλλὰ καὶ κατ’ αὐτῶν ἐκβοᾷ γράφων Ῥωμαίοις, τὰ αἰσχρὰ ἀποκαλύπτων τῶν τὰς κακοπραγίας ἐργαζομένων, λέγων αἱ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν‘ καὶ περὶ τῶν ἀρρένων, ὄντι »ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι«·