Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ἑτέρως πάλιν πρὸς αὐτοὺς ῥητέον ὅτι εἰ ὁρατὸς ἡν, σῶμα ἄρα ἠν καὶ οὐκέτι πνεῦμα· εἰ δὲ πνεῦμα ἠν, οὐκέτι ἐν ὁρατοῖς ἐξετάζετι. πῶς οὑν τὸ οὐκ ἐν ὁρατοῖς ἐξεταζόμενον ἀπὸ τοῦ κτύπου τῶν κωδώνων τῆς ἑαυτοῦ συστολῆς προενοεῖτο; > γὰρ τὸ ἀόρατον κατὰ φύσιν οὐκ ἂν ὠπτά- νετο, εἰ μὴ ἤθελεν.
εἰ καὶ ὤφθη δέ, οὐκέτι κατὰ ἀνάγκην ἐφαίνετο τῆς φύοντες αὐτὸν ἀγούσης εἰς τὸ φαίνεσθαι, ἀλλὰ κατὰ χάριν, οὐ φόβῳ καὶ προλήψει παρὰ προσδοκίαν ἄνευ κτύπου εἰς τὸ δῆλον καθιστῶν τὴν ἑαυτοῦ ὀπτασίαν. καὶ οὕτω κατὰ πάντα τρόπον διέπεσεν ὁ αὐτῶν φευδὴς καὶ παραπεποιημένος λόγος.
καὶ πολλά ἐστιν ἄλλα ἃ λέγουσι ληρώδη. * καίτοι γε τοῦ Ζαχαρίου μὴ ἀποκτανθέντος [*](If vgl. Matth. 23, 35 Luk. 11, 51; die Gleichsetzung des hier genannten Zacharias mitdem Vater Johannis des äufers findet sich auch im Protev. Jac. c. 23 f u. bei Origenes comment. ser. in Matth. 25; IV 229 Lommatzsch vgl. Zahn, Gesch. d. neutest. Kan. II 2, 695 u. 776 A. 2 — 2f vgl. Luk. 1, 22 — 4 vgl. Luk. 1, 9f — 5 zu ὄνος vgl. S. 287, 15 u. Tacitus hist. V 3f Tertullian apolog. 16 — 7 f vgl. Luk. 1, 20 — 8 vgl. Luk. 1, 64 — 10 vgl. Exod. 28, ff V M) [*](1 φασὶ M 2f ἑώρακε, ω aus ο Vcorr ἑώρακε Μ 11 φασίν V Ι ἴνα M 13 ἰνδαλτικὸν, von äterer Hand ändert zu ἰνδαλματικὸν V 14 ἔμπλεων, ω aus ο Vcorr ἔμπλεον Μ 15 /// ὁρατὸς, ein Buchstabe ausradiertV; ἀόρατος? hier u. Z. 16 ül., an der zweiten Stelle β richtig 20 > * vgl. Ζ. 22 αὐτὸν] ἔχω VM 20f ἀπτάνετο M 23 προλή///ψει, μ ausradiert V 24 καθι- στῶν *] καθιστῶντος VM Ι οὕτω < Μ 26 * etwa φασὶ γὰρ τὸν Ζαχαρίαν ἀποκτανθῆναι καὶ αληθῶς λέγουσι,;> *)
προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ‘, »ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει« καὶ τὰ ἑξῆς. πόσα δὲ ἄλλα ἔστιν εἰπεῖν περὶ τῆς αὐτῶν ψευδηγορίας καὶ τοῦ αὐτῶν μιασμοῦ;
13. Οἱ δὲ Λευῖται παρ' αὐτοῖς καλούμενοι οὐ μίσγονται γυναιξίν, ἀλλὰ ἀλλήλοις μίσγονται. καὶ οὑτοί εἰσιν οἱ προκριτέοι παρ’ αὐτοῖς δῆθεν καὶ ἐπαινετοί. καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων καὶ ἁγνείαν καὶ παρθενίαν ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεμένων.
προφέρουσι δὲ εἰς ὄνομα Φιλίππου τοῦ ἁγίου μαθητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι, φησίν »ἀπεκάλυψέν μοι ὁ κύριος τί τὴν ψυχὴν ξεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνάμεων ἀποκρίνεσθαι· ὅτι ἐπέγνων ἐμαυτήν, φησί, καί συνέλεξα ἐμαυτὴν ἐκ πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τὶς ἔ. ἐγὼ γάρ, φησί, τῶν ἄνωθέν εἰμι«. καὶ οὕτως, φησίν, ἀπολύεται.