Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν Σαβαὼθ λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι, οὐκ εἰδότες ὅτι ὅπου λέγει »τάδε λέγει κύριος Σαβαώθ‘, οὐκ ὄνομά τινος εἶπεν, ἀλλ' ὄνομα δοξολομίας τῆς θεότητος.

Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου κύριος τῶν δυνάμεων· ὅπου γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ τὸ Σαβαὼθ ἄνομά ἐστι γεγραμμένον, δύναμιν ὑποφαίνει, ὅθεν ὁ Ἀκύλας πανταχοῦ τὸ »Ἀδωναϊ Σαβαώθ‘ ἑρμηνείεν λέγων »κύριος στρατιῶν«.

οὑτοι δὲ κατὰ πάντα τρόπον ἐμμανέντες κατὰ τοῦ αὐτῶν δεσπότου τὸν μὴ ὄντα ζητοῦσι καὶ τὸν ὄντα ἀπολωλέκασι, μᾶλλον δὲ ἑαυτοὺς ἀπώλεσαν.

11. Ἄλλα δὲ ὅσα * ἐν οἷς περικακεῖν ἐστι τὰ τῆς αὐτῶν μανίας λέγειν. τινὲς ἐξ αὐτῶν δῆθεν γυναιξὶ μὴ πλησιάζοντες ταῖς ἰδίαις αὐτῶν χεροὶν εαυτοὺς φθείρουσι, τὴν δὲ ἑαυτῶν φθορὰν λαμβάνουσιν [*](1 χοίρου μορφή vgl. Pistis Sophia c. 147; S. 251, 9 ämonen mit Schweinegesichtern — 3 vgl. Origenes c. Geis. VI 31; II 100, 28 ff ötschau V M) [*](5 τι] τις, ς angeflickt V corr | <τις> * 10 ἐπιστρέφοντας V 11 * * 12 συλλέξει V M 18 διὰ τῶν ῥύσεων τούτων V 14 lies χεσθαι? * ἀλλ’ M 15 φησι VM Ι ἄρχεσθαι M 18 καὶ1 < Μ 19 τὸν Σαβαὼθ] τὸν αὐτὸν V 21 f vor δοξολογίας + τῆς M 25 ἀδοναὶ M Ι Σαβαὼθ < M 29 *] φλυαροῦσιν U, nur Vermutung; richtiger wohl > * 30 τινὲς + δὲ V 31 αὐτῶν < M)

289
εἰς τὰς χεῖρας καὶ οὕτως ἐσθίουσι, χρώμενοι σεσυκοφαντημένῃ μαρτυρίᾳ,

τῷ αἱ χεῖρες αὑται ἐπήρκεσαν οὐ μόνον ἐμοί, ἀλλὰ καὶ τοῖς σὺν ἐμοί‘, καὶ πάλιν τῷ »ἐραζόμενοι ταῖς ἰδίαις χερσίν, ἴνα δυνηθῆτε καὶ τοῖς μὴ ἔχουσι μεταδοῦναι«·

ὡς καὶ περὶ τούτων οἶμαι ἐκινήθη τὸ ἅγιον πνεῦμα ἐν τῷ ἀποστόλῳ Ἰούδᾳ, λέγω δὴ ἐν τῇ ὑπ' αὐτοῦ γραφείσῃ καθολικῇ ἐπιστολῇ Ἰούδας δέ ἐστιν οὗτος ὁ ἀδελφὸς Ἰακώβου καὶ τοῦ κυρίου λεγόμενος)· ὑπέδειξε γὰρ αὐτοὺς τὸ ἅγιον πνεῦμα διὰ τῆς φωνῆς τοῦ Ἰούδα κατὰ τὰ κτήνη φθειρομένους καὶ φθείροντας, ὡς λέγει ὅτι ὅσα μὲν οὐκ οἴδασιν, ἀγνοοῦντες ἁλίσκονται, ὅσα δὲ οἴδασιν, ὡς τὰ ἄλογα ζῷα φθείρονται«.

κυνῶν γὰρ δίκην καὶ χοίρων τὴν ἀπ' αὐτῶν φθορὰν ἐπιτελοῦσιν· οἱ κύνες γὰρ καὶ οἱ χοῖροι, οὐ μὴν ἀλλὰ καὶ ἄλλα ζῷα οὕτως φθείρονται καὶ τὴν ἀπόρρυσιν τὴν ἀπὸ τῶν σωμάτων αὐτῶν ἐσθίουσι.

καὶ γὰρ καὶ ἀληθῶς ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἐθετοῦσι, δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ περὶ τοῦ Μωυσέως σώματος οὐκ ἤνεγκε λόγον βλασφη- μίας, ἀλλὰ εἶπεν, ἐπιτιμήσαι σοι κύριος.