Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὕστερον δὲ μετὰ πάντας τούτους προβεβλῆσθαί τινα αἰσχρὸν αἰῶνα, μεμίχθαι δὲ τοῦτον τῇ Μήτρᾳ τῇ ἄνω προδεδηλωμένῃ καὶ ἐκ τούτου τοῦ αἰῶνος τοῦ αἰσχροῦ καὶ τῆς Μήτρας γεγονέναι θεούς τε καὶ ἀγγέλους καὶ δαίμονας καὶ ἑπτὰ πνεύματα.

φωρατὴ δὲ τούτων ἡ τῆς πλάνης μιμολογία. ἀπ' ἀρχῆς γὰρ ἕνα πατέρα λέγοντες καὶ ὁριζόμενοι ὕστερον πολλοὺς θεοὺς ὑπέφηναν, εἰς τὸ δεῖξαι αὐτὴν τὴν πλάνην καθ’ ἑαυτῆς τὰ ὑπ’ αὐτῆς ψευδῆ λεγόμενα ὁπλίζειν ἑαυτὴν δὲ λύειν, τῆς ἀληθείας ἀεὶ * ἐκ παντὸς μέρους εὑρισκομένης.