Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐκ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν έν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος καὶ γεννηθεὶς έν ἀληθείᾳ καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἴνα ἐν αὐτῇ πάθῃ ὑπὲρ [*](1 ὑστέρημα] das Stichwort ist in der oben gegebenen Darstellung nicht enthalten — 27 vgl. I Petr. 4. 1 Y M) [*](3 <τῷ> * 5 λέγοντα *] λέγειν VM Ι δδῖ + εἰ V 7 ἀπόκριναι ὦ Ausgg.] αιο auf Rasur Veorr ἀπόκρινε ὠ Μ 9 ἡμῶν γεγένηται V 11 ὑπὲρ ἡμῶν < V Ι vor οὔτε vielleicht etwas ausgefallen: < ἀλλ᾿ οὐδὲ διὰ * 12 ὢν] ἦν M Ι συκοφαντίαν * vgl. S. 251, 21] συκοφαντίας V M 13 ἀνθ' ἑαυτοῦ aus ἀντ' αὐτοῦ Veorr ἀντ' αὐτοῦ M 13 f παραδέδωκεν Μ 14 φόνον] am Rand (??) θάνατον V corr 15 τοιοῦτον oben hineingeflickt Veorr <ὁ> U 24 vor πατρὸς + τοῦ M Ι γεγεννημένος, zweites ν darüber 25 ἐσχάτου, ου aus ων V corr)
ὡς ἐλέγχει τούτους λέγων »ἰδού, ἀναβαίνομεν εἰς ᾿εροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ αναστήσεται«, τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας »δύνασθε πιεῖν τὸ ποτήριον ὂ μέλλω πίνειν;«,
ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι« καὶ πάλιν »ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί«·
πάλιν δὲ Ἰωάννης λέγει »εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέωαι, οὗτος ἀντίχριστός ἐστιν«, ὁ δὲ ἄγιος Παῦλός φησι »γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ‘, ὡς καὶ Μωυσῆς προαναφωνῶν ἔλεγεν »ὅψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου«.
ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ’ ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἴνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, κλάσῃ, εἰς τὰ καταχθόνια, ἴνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ· ὅπερ ποιήσας ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην.
10. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν παραδούς. τί γὰρ λέγεις, ὠ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ' αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι;