Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Χριστὸν δὲ καὶ αὐτὸν φάσκει ὁ γόης ἐν σχήματι ἀνθρώπου ἐληλυθέναι καὶ ἰδέᾳ μόνῃ, τὰ πάντα δὲ [ἐν] τῷ δοκεῖν πεποιηκέναι, [*](1 Gen. 1, 26. — Das Fehlen von ἡμετέραν ist auch durch Irenaeus adv. haer. I 24, 1; I 197 Harvey = Hippolyt refut. VII 28, 2; S. 208, 16 Wendland bezeugt; Filastrius haer. 31, 3; S. 16, 12 Marx setzt es irrigerweise hinzu — 6 —17 vgl. Irenaeus adv. haer. I 24, 1; I 197 Harvey = Hppolyt refut. VII 28, 3; S. 208, 17 Wendland οὖ γενομένου, φησίν, καὶ <μὴ> δυναμένου ἀνορθοῦσθαι τοῦ πλάσματος διὰ τὸ ἀδρανὲς τῶν ἀγγέλων, ἀλλὰ ὡς σκώληκος σκαρίζοντος οἰκτείρασα αὐτὸν ἡ ἄνω δύναμις διὰ τὸ ἐν ὁμοιώματα αὐτῆς γεγονέναι, ἔπεμψε σπινθῆρα ζωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον καὶ ζῆν ἐποίησε. τοῦτον οὖν τὸν σπινθῆρα ζωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον καὶ ζὴν ἐποίησε. τοῦτον οὖν τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τελευτὴν ἀνατρέχειν πρὸς τὰ ὁμόφυλα λέγει καὶ τὰ λοιπά, ἐξ ὧν ἐγένετο, εἰς ἐκεῖνα ἀναλύεσθαι. Ζiemlich wörtlich ebenso Tertullian de anima c. 23 — 17 —S. 250, 2 vgl. Irenaeus adv. haer. I 24, 2; I 197 Harvey = Hippolyt refut. VII 28,4; S. 209, 4 Wendland τὸν δὲ σωτῆρα ἀγέννητον ὑπέθετο καὶ ἀσώματον καὶ ἀνε1ιδεον, δοκήσει δὲ ἐπιπεφηνέναι ἂνθρωπον VM) [*](1 εἰκόνα + ἡμετέραν, von späterer Hand durchgestrichen V 3[καθ᾿]* | <δὲ>* | κατ᾿ εἰκόνα*, vgl. auch S. 253, 10] ἡμετέραν VM | δὴ] δὲ Μ 4 πιθανό///τητα, ο aus ω V corr 5 † λέγειν ἐν τῷ] lies wohl <σημαινόντων> ἐν τῷ λέγειν* 6 γενόμενον...τὸν ἄνθρωπον V 10 ἑαυτῆς aus αὐτῆς V corr ἑαυτῆς M 12 ἐζωοπίησε Μ 13 vor ψυχὴν + τὴν V | δὴ] δεῖ M 16f πᾶν τὸ ὑπὸ — Χριστὸν δὲ, am Rand nachgetragen V corr 17 καὶ αὐτὸς V 18 [ἐν]*)

250
τουτέστι τὸ γεγεννῆσθαι τὸ περιπατεῖν τὸ όπτάνεσθαι τὸ πε- πονθίναι.

2. Απὸ τούτου δὲ ἡ ψευδωνύμως καλουμένη γνῶσις ἄρχεται πᾶλιν προστίθεσθαι τῷ βυθῷ τῆς αύτῆς πονηρίας, άπὸ Σίμωνος μὲν λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη δὲ ἄλλῃ περισσοτέρᾳ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν.

φάσκει γὰρ οὑτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι, διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς ἄνω δυνάμεως, τὸν δὲ σωτῆρα άπεστάλθαι ἀπὸ πατρὸς παρὰ γνώμην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων <αύτῷ> εἶναι δὲ αὐτοὺς τοὺς ταύτης τῆς αὶρέσεως τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν πατρός.

δύο γὰρ πεπλάσθαι ἀπ' ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὡν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπνω ἐν κόσμῳ, ἀγαθῶν τε καὶ πονηρῶν.

ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὡς προεῖπον ἠλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν άγαθῶν άθρώπων καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων.