Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν« φησὶν ἡ γραφή; καὶ συνᾳδόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εύαγγελίῳ φησὶν ὡς πρὸς τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον »πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς«.
εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρται, τὸ ὑπὸ ἀγγέλων τὸν κόσμον ἐν ἐλαττώματι γεγενῆσθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ κόσμῳ παραλαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ᾿ αὐτοῦ ἠπατημενοις.
7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς τοιαύτης θηριώδους φθορᾶς πειρωμένων ἀδικεῖν τοὺς ἀγνοοῦντας.
ὑπερβήσομαι δὲ καὶ ἐφ᾿ ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης »ᾠὰ ἀσπίδων ἔρρηξαν,