Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἑσται δὲ μοι ὁ λόγος ἴως ὠδε περὶ τῶν εἴκοσι αἱρέσεων καὶ τῆς κατὰ δύναμιν ἀκολουθίας ἐν συντόμῳ μοι εἰρημένης εὐαγγελικῆς [*](Ö114) φωταγωγίας τῆς ἐν κόσμω διὰ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγενημένης,

οἱς τὰ ὅμοια συλλέξαι καὶ παραθέσθαι τὰ προθεσπίσματά τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν κατα- λαβέσθαι, ὡς οὐ νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία. ἴνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι.

Προϊὼν δὲ ἐφεξῆς τὰς μετέπειτα τῷ βίῳ ἐπιφυείσας ἐπὶ κακῇ προφάσει δόξας ὁμοίως διαγορεύσω, ἤδη τὰς ἕνδεκα τὰς ἀπὸ Ἰουδαίων καὶ Σαμαρειτῶν καὶ τὰς πρὸ αὐτῶν ἐννέα ἐξ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἄλλων γενομένας πρὸ τῆς τοῦ κυρίου παρουσίας καὶ ἕως 15 αὐτοῦ τοῦ χρόνου μετρίως ἀπαριθμησάμενος.

[*](V Μ anacepli. (bis Z. 12 διαγορεύσω) 1 lies ἔστω? * Ι ἔως] ὡς Μ | εἴκοσι] ἕνδεκα VM 2 κατὰ δύναμιν ἀκολουθίας] κατὰ ἀκολουθίαν anaceph. Ι μοι εἰρημένης x003C; anacepli. 2 f εὐαγγελικῆς — ἐν κόσμῳ] εὐαγγελικῆς τοῦ κόσμου φωταγωγίας anaceph. 3 τῆς] τῆς]τὴν Μ Ι διὰ τοῦ Χριστοῦ] δι’ ’ αὐτοῦ V Μ 4. olg] οὓς V Ι τὰ 1] καὶ anaceph. Ι παρα- θέσθαι + <βουλομένῳ> * 6 vor ἀγωγὰς + τὰς V 7 ἀλλ’ Μ | V 8 καὶ<V Μ Ι ἔνσαρκος x003C; anaceph. Ι < V 12 διαγράψω 15 hinter ἀπαριθμησάμενος haben VM einen unechten (vgl. TU XXXVI H. 2 S. 16ff) Anhang, der in V durch eine ünne Leiste (vor Ναζωραίων), in Μ nur durch herausgesetzten Buchstaben (ταῦ Τα) von dem Vorhergehenden ge- schieden ist: (. . . ἀπαριθμησάμενος): ταῦτα ἔν τισιν οὐκ ἔγκειται. Ναζωραίων ὅ ἐστι Χριστιανισμὸς ἐν ὀλίγω χρόνω οὕτω (< οὕτω V) κληθεὶς ὑπὸ τῶν καὶ ὑπ’ αὐτῶν τῶν ἀποστόλων, λέγοντος Πέτρου »Ἰησοῦν τὸν Ναζωραῖον Ναζωραίων V) ἄνδρα ἀποδεδειγμένον« καὶ τὰ ἑξῆς, ὕστερον δὲ ἀπὸ Ἀντιοχείας ἀρξά- μενος καλεῖσθαι Χριστιανισμός. ἔστιν δὲ φύσει αἵρεσις Ναζωραίων, περὶ ἧς ὡν V) καθεξῆς λέξωμεν κατὰ τὸν καιρὸν τῖς ἀκολουθίας)
238

Κατὰ Σιμωνιανῶν πρώτη μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν μόνην οὐσαν, τῆς δὲ ἀκολουθίας κݲαݲ.

Σίμωνος γίνεται τοῦ μάγου πρώτη αἵρεσις ἀπὸ Χριστοῦ καὶ δεῦρο ἀρξαμένη, οὐσα αὕτη τῶν εἰς ὄνομα Χριστοῦ οὐκ ὀρθῶς οὐδὲ εὐαγῶς <πιστευόντων> ἀλλὰ κατὰ τὴν παραπεποιημένην ἐν φθορὰν τὰ δεινὰ ἐργαζομένων.

οὗτος ὁ Σίμων γόης ἦν , ἀπὸ Μῶν δὲ ὡρμᾶτο τῆς πόλεως τῆς ἐν τῇ Σαμαρείᾳ, νυνὶ κώμης ὑπαρχούσης. ἐφαντασίαζε δὲ τὸ γένος τῶν Σαμαρειτῶν ταῖς μαγείαις ἐξαπατῶν τε καὶ δελεάζων,