Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐκ ἔχων τοίνυν περιτομὴν οὐκ ἠν Ἰουδαῖος, ξόανα δὲ μὴ προσκυνῶν ἢ ἄλλο τι οὐκ ἦν εἰδωλολάτρης· προφήτης γὰρ <ἦν> ὁ Ἀδὰμ καὶ ὅτι ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν ἄνθρωπον«. τί οὖν ἦν, μήτε περιτομὴν ἔχων μήτε εἴδωλα σέβων , ἀλλ᾿ ὅτι τοῦ Χριστιανισμοῦ τὸν χαρακτῆρα ὑποφαίνων ἐδείκνυτο;

οὕτως καὶ ἐπὶ τοῦ Ἄβελ καὶ ἐπὶ τοῦ Σὴθ καὶ ἐπὶ τοῦ Ἐνὼς καὶ ἐπὶ τοῦ Ἐνὼχ καὶ ἐπὶ τοῦ Μαθουσάλα καὶ ἐπὶ τοῦ Νῶε καὶ ἐπὶ τοῦ Ἔβερ ἄχρι τοῦ Αβρα]αμ διαληπτέον.

ἐνήργει δὲ τότε εὐσέβειά τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου.

πέμπτῃ τοίνυν γενεᾷ μετὰ τὸν κατακλυσμόν, πληθυνόντων ἄρτι τῶν ἀνθρώπων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἐβδομήκοντα δύο τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί.

ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαίνοντες ἀπὸ τοῦ Λουβὰρ ἄρους καὶ ὁρίων τῆς Ἀρμενίας τουτέστιν Ἀραρὰτ τῆς χώρας γίνονται ἐν πεδίῳ Σεναάρ, ἔνθα που * ἐπελέξαντο· | κεῖται D285 δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων.

ἐκεῖσε τοίνυν συνδυάσαντες συμβούλιον λαμβάνουσι μετ᾿ ἀλλήλων πύργον καὶ πόλιν οἰκοδομῆσαι· ἀπὸ δὲ τοῦ κλίματος τοῦ πρὸς [*](5 Gen. 1, 26 — 13 —176, 15 vgl. Ancoratus c. 12 ff Panarion h. 66, 83 dazu V. Gutschmid, Kl. Sehr. V 604 ff — 17 —19 liber Jub. 10, 19 Littmann — 19 f vgl. lib. Jub. 10, 26 Littmann — 22 f vgl. oben Anaceph. 2, 2; S. 162, 14 ff u. de duod. gemmis 36 CSEL 3511 S. 753, 14 ff Günther Scythiam vero soliti veteres appellare cimdam septentrionalem plagani, tibi sunt Gothi et Dauni, Uenni et Arii (die Änderung in Abu ist falsch) usque ad Germanorum Amazonarumque regionem GU M 13 —19 Chronicon pasch. 26 A; S. 45, 5 —12 Dindorf 19 — S. 176, 7 Chron. pasch. 26 B ; S. 45, 14 — 46, 1 Dindorf) [*](4 <ἦν> * 6 ἀλλ’ ὅτι] ἀλλὰ GU 7 ἐδείκνυτο < U 10 τε < Μ 13 ἕως + τούτου GU 14 κατακλυσμὸν + τουτέστιν ἀπὸ Αρφαξὰδ ἕως τοῦ Φαλέγ Chron. pasch. 15 παῖδες < Chron. pasch. 16 τούτων παῖδες < U 18 ἀπὸ < Chron. pasch. | Λοῦβερ M 19 | * <οἰκεῖν> * 20 Σενναὰρ GU | ἐν χώρᾳ τῇ Περσίδι] ἐν τῇ Περσῶν Chron. pasch. | ἦν δὲ + τοῦτο GUM < Chron. pasch. 21 καὶ ποιησάμενοι Chron. pasch.)

176
Εὐρώπην εἰς Ἀσίαν κεκλικότες ἐπωνομάσθησαν χάντες κατὰ τὴν τοῦ χρόνου ἐπίκλησιν Σκύθαι.