Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Ταύταις δὲ συνέπεταί τις αἵρεσις Ἡμεροβαπτιστῶν οὕτω καλουμένων, μηδὲν μὲν παραλλάττουσα τῶν ἄλλων, ἀλλ’ ἴσα τῶν Γραμματέων καὶ Φαρισαίων φρονοῦσα, οὐ μὴν ἐξισουμένη τοῖς Σαδδουκαίοις ἐν τῇ τῶν νεκρῶν ἀναστάσεως ἀρνήσει, ἀλλὰ τῇ ἀπιστίᾳ τῇ
ἐν τοῖς ἄλλοις. τοῦτο δὲ περιττὸν ἠν αὕτη κεκτημένη ἡ αἵρεσις, ὥστε ἐν ἔαρί τε καὶ μετοπώρῳ χειμῶνί τε καὶ θέρει πάντοτε καθ’ ἡμέραν βαπτίζεσθαι, ὅθεν καὶ Ἡμεροβαπτιστῶν εἴληφε τὴν ἐπωνυμίαν.
ἔφασκε γὰρ αὕτη ἡ αἵρεσις ἄλλως μὴ εἶναι ζῆν ἀνθρώπῳ, εἰ μή τι ἄρα καθ’ ἑκάστην ἡμέραν βαπτίζοιτό τις ἐν ὕδατι, ἀπολουόμενός τε καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας.
2. Πρὸς ταύτην δὲ καὶ αὐτὴν ἐξ ἑνὸς λόγου ἡμῖν ἀνατροπὴ γενήσεται, ὅτι ἀπιστίας παρ᾿ αὐτοῖς μᾶλλον ἢ πίστεως οἱ λόγοι. ἐλέγχει γὰρ αὐτοὺς ἡ συνείδησις αὐτῶν καθ᾿ ἑκάστην ἡμέραν βαπτιζομένων, ὡς ὅτι ἡ ἐλπὶς τῆς χθὲς ἡμέρας παρ’ αὐτοῖς τέθνηκεν, ἡ πίστις τε καὶ ὁ ἁγνισμός.