Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐκ τούτων τῶν τεσσάρων δευτερώσεων ὅσα παρ’ αὐτοῖς νενόμισται οἰήσει σοφίας (ἀσοφίας δὲ τὰ πλεῖστα), αὐχεῖται καὶ ᾄδεται καὶ ἐν τάξει προκριτέας διδασκαλίας βοᾶταί τε καὶ φημίζεται.
Ταύταις ταῖς δυσὶν αἱρέσεσιν κατ᾿ ἀκολουθίαν συνῆπται ἡ τῶν Φαρισαίων αἵρεσις ἄλλη τις· οἵτινες τὰ αὐτὰ τούτοις ἐφρόνουν, Γραμματεῦσι δέ φημι τοῖς ἑρμηνευομένοις νομοδιδασκάλοις· συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ Νομικοί.
ἄλλα δὲ καὶ παρὰ τούτους πάλιν οἱ Φαρισαῖοι ἐφρόνουν, πολιτείας μείζους ἔχοντες. τινὲς μὲν γὰρ αὐτῶν, ὅτε ἤσκουν καὶ ὥριζον δεκαετίαν ἢ ὀκταετίαν ἢ τετραετίαν ὁμοίως παρθενίας ἢ ἐγκρατείας, συνεχῶς εὐχόμενοι πυκνότερον ἀγῶνα τοῦτον ἐνίσταντο διὰ τὸ δῆθεν μὴ σωματικόν τι παθεῖν ἢ κλαπῆναι δι ὀνειράτων ἀηδῆ ῥύσιν σώματος ἀπεργαζομένων.
καὶ οἱ μὲν σανίδα ἑαυτοῖς ἐφιλοκάλουν σπιθαμῆς μόνης τὸ πλάτος καὶ ἐπὶ ταύτην ἑαυτοὺς ἐτίθεσαν κατὰ τὴν ἑσπέραν, ἵν᾿ εἰ ὑπνώσειέν τις καὶ καταπέσοι πέσοι εἰς τοὔδαφος αὐθις ἐγείρηται εἰς εὐχήν, διὰ τὸ ἄγρυπνον ἔχειν τὸν βίον κατὰ τὸ δυνατόν.