Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐ κατὰ νόμον μόνον βιοῦντες, ἀλλὰ περισσότερον ζεστῶν βαπτισμοὺς« φυλάσσοντες »καὶ ποτηρίων καὶ πινακίων‘ καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας, ὡς δῆθεν ἐπὶ τὸ ἀκραιφνὲς καὶ ὅσιον διακείμενοι, πυγμῇ μὲν τὰς χεῖρας νιπτόμενοι«, πυγμῇ δὲ καὶ μολυσμούς τινας δι᾿ ὑδάτων καὶ λουτρῶν ἀποσμηχόμενοι,

ἔχοντες δέ τινα »κράσπεδα« σημαντικὰ τῆς αὐτῶν πολιτείας εἰς ἐπίδειξιν κόμπου καὶ ἔπαινον τῶν θεωμένων· καὶ »φυλακτήρια« παρ᾿ ἑαυτοῖς ἐπὶ τὰ ἱμάτια ἐπετίθεντο τουτέστι πλατέα σήματα πορφύρας.

νομίσῃ δ᾿ ἄν τις, ἐπειδήπερ καὶ ἐν τῷ εὐαγγελίῳ τοῦτο ἐμφέρεται, μὴ ἄρα περὶ περιάπτων λέγει, ἐπειδὴ καὶ εἴωθόν τινες τὰ περίαπτα φυλακτήρια ὀνομάζειν.