Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐκ ἦσαν δὲ οὗτοι Σαμαρεῖται, ἀλλὰ Ἰουδαῖοι. ἐν Ἱεροσολύμοις γὰρ ἐθυσίαζον τά τε ἄλλα πάντα Ἰουδαίοις συνέπραττον.

3. καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ κυρίου φωνῆς, ἣν αὐτοὶ καθ’ ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ λέγοντες, εἰ δύναται εἶναι νεκρῶν ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ ὁ πρῶτος γυναῖκα ἔγημεν καὶ ἄπαις ἐτελεύτα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, Μωυσέως παρακελευομένου ἐπιγαμβρεῦσαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος τελευτήσαντος καὶ ἄγεσθαι αὐτὴν τῷ ἀδελφῷ αὐτοῦ πρὸς τὸ ἐξαναστῆσαι σπέρμα εἰς ὄνομα τοῦ κατοιχομένου. ἔλαβε γοῦν, φησί, ταύτην ὁ πρῶτος καὶ ὁ δεύτερος καὶ ἐτελεύτησαν, ὁμοίως καὶ οἱ ἑπτά. ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη γυνή, ἐπειδὴ καὶ οἱ ἑπτὰ αὐτὴν ἐγνώκασιν;