Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Εἰς τέσσαρας μὲν οὑτοι αἱρέσεις ἐτμήθησαν, τὰ ἴσα φρονοῦντες ἀλλήλοις <περὶ> περιτομῆς καὶ σαββάτου καὶ τῶν <ἄλλων τῶν> νόμῳ, ἐν βραχεῖ δὲ καὶ ἐν τινὶ ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας διαφέρεται, πλὴν τῶν Δοσιθέων μόνον.