Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τούτῳ δὲ τῷ Ἰάρεδ γίνεται παῖς τοὔνομα Ἐνώχ, ὃς »εὐηρέστησε τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο· μετέθηκεν γὰρ αὐτὸν ὁ θεός‘ καὶ « καὶ » οὐκ εἶδεν θάνατον‘. Ἐνὼχ δὲ γεννᾷ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε.

καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία κατακλυσμὸν ὕδατος ἐπενέγκασα τῇ οἰκουμένῃ πᾶσαν σάρκα ἀνθρώπων τε καὶ τῶν ἄλλων * ἐξήλειψεν, ἐφύλαξε δὲ ἐν λάρνακι διὰ προστάγματος τὸν Νῶε, εὐαρεστήσαντα ἐνώπιον αὐτοῦ καὶ εὑρόντα χάριν, αὐτόν τε τὸν προδεδηλωμένον Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Σὴμ Χὰμ Ἰάφεθ, τήν τε ἰδίαν σύζυγον καὶ τῶν τριῶν υἱῶν τὰς τρεῖς γυναῖκας,

ὥστε ἀνθρώπων ψυχὰς ὀκτὼ ἐν τῇ τότε λάρνακι διασεσῶσθαι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ παντὸς γένους θηρίων τε καὶ ζῴων, κτηνῶν τε καὶ τῶν ἄλλων τῶν ἐπὶ γῆς πρὸς σύστασιν πάλιν τῆς ἐν κόσμῳ πάντων ὑποστάσεως ἀπὸ τινῶν μὲν δύο δύο ἀπὸ δὲ ἄλλων ἑπτὰ ἑπτά.

καὶ οὕτως παρῆλθε δεκάτη γενεὰ ἐτῶν δισχιλίων διακοσίων ἐξήκοντα δύο. καὶ ὁ κατακλυσμὸς πέπαυται καὶ Νῶε καὶ ὁ αὐτοῦ οἶκος λείψανον τῷ κόσμῳ γεγένηται.

οὔπω δὲ οὐχ ἑτεροδοξία, οὐκ ἔθνος τι διαφερόμενον, οὐκ ὄνομα αἱρέσεως, ἀλλ’ οὐδὲ εἰδωλολατρεία. ἐπειδὴ δὲ ἕκαστος ἀνθρώπων ἰδίᾳ γνώμῃ ἐστοίχει νόμος γὰρ οὐδὲ εἰς ἐτύγχανεν· ἕκαστος γὰρ ἑαυτῷ νόμος ἐγίνετο καὶ τῇ ἰδίᾳ γνώμῃ ἐστοίχει, καθὼς παρὰ τῷ ἀποστόλῳ ἡ χρῆσις, οὐ μόνον Βαρβαρισμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων· φησὶ γάρ »ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος«), Βαρβαρισμὸς τότε ἐκαλεῖτο ἐν ταῖς δέκα γενεαῖς τοῦ χρόνου τὸ ἐπώνυμον.

[*](1 vgl. Gen. 11, 1 — 2 —4 Gen. 5, 18. 24 vgl. Hebr. 11, 5 — 4 —5 Gen. 521. 25. 29 — 6 ff vgl. Gen. 6, 9 ff — 12 vgl. I Pet. 3, 20 — vgl. Gen. 7, 2 — 16 die Zabl nach Julius Africanus vgl. Georgius Sync. p. 83; dazu ep. ad Job. episc. Hieros. = Hieronymi ep. 51, 6, 7; CSEL 54, 1 S. 407, 20 Hilberg — 23 Kol. 3, 11 vgl. Gal. 3, 28 G U M f)[*](1 <δέ> * 3 f εὑρίσκετο G 5 Ματθουσάλα G 7 * <ζῴων> * τε GU 12 διασώσασθαι UM 13 θηρῶν GU 14 τῶν2 < G 16 ἐτῶν + δι’ U 18 γεγέννηται M | οὐχ < U 19 οὐδὲ] οὔπω Μ οὐδὲ οὔπω G 21 οὐδὲ εἷς] εἷς οὐδαμοῦ G U 22 καθὼς] καὶ G | am Rand ݲ (am Schluß stehende Kapitelzahl) Μ 23 ἐν + γὰρ U)