Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὁγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν Χάριτι κυρίου, διὰ τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτυουργοῦ σου Προκλιανοῦ.

ἐπειδὴ Τε λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι’ ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τελεονκ ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν [*](9 f vgl. Matth. 13, 25 11 – 13 II Tim. 2, 19 — 14 f vgl. Matth. 12, 31 15 Psal. 11, 5 — 16 Psal. 72, 8 — 23 vgl. Rom. 11, 17. 22 L J V (S. 2, 1 bis 9, 3)) [*](1 ὑπὸ *] ἐκ L J ἀπὸ v 2 Ταρασίνον L | 3 vor Ἐπιφάνιον + τὸν ἅγιον L J | ἐπίσκοπον Κύπρου πόλεως Κωνσταντίας < L J 6 κυρίῳ + μου v | Ταρασῖνος Lv 6 f καὶ Νέοιν καὶ Νουμισιανός] οἱ καὶ L) νέοι L J 8 θεῷ < L J, vgl. S. 8, 8 u. 5, 19 9 τὰ ἴδια hinter ἐπισπείρειν v 10 ἐπισπείρειν L 11 τελειω- θέντων καὶ βεβαιωθέντων *] τελειωθέντων καὶ < L J τελειωθέντες καὶ βεβαιωθέντες v 11 — 16 ὁ μέντοι — κινηθέντων < ν 14 παρέντος J 15 μεγαλύναντα L 17 f παρακινήματι v 20 καὶ1 ν | θεοσεβεστάτου] κυρίου μου ν 22 δι’ ὑμᾶς 3 24 τῆ σῆ θεοσεβεία ν | παρακαλοῦμεν + σε v 26 ὀρθῆ L v | πίστιν + δι’ αὐτῶν V | καὶ 2 > v 27 ἀπενδοιάζοντας v)

3
ἀγίων προσευχῶν σου καταισχυνθῆναι. ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἐν εὐχαῖς θεῷ εὐχόμεθα.

Ἐπιστολὴ γραφεῖσα παρὰ Παλλαδίου τῆς αὐτῆς πόλεως Σουέσρων πολιτευομένου καὶ ἀποσταλεῖσα πρὸς τὸν αὐτὸν Ἐπιφάνιον ἐπίσκοπον Καλλαντίας τῆς Κυπρίων νήσου, αἰτήσαντος καὶ αὐτοῦ περὶ τῶν αὐτῶν.

τῷ δεσπότῃ μου τῆς ψυχῆς θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Παλλάδιος πολιτευόμενος <ἐν< Σουέδροις ἐν κυρίῳ θεῷ χαίρειν.

Οἱ τὴν μεγάλην καὶ ευρύχωρον διαπλέοντες θάλασσαν, ἕως με) γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις λιμνῶν φροντίζουσιν, οἰόμενοι ἀβοητὶ περαιῶσαι τὸ σκάφος·

ἐπειδὰν δὲ ἐναντίον καὶ σφοδὸς ἐμπέσῃ πνεῦμα, τὰς τρικυμίας εἰς ὕψος ἐπαῖρον πάντοθεν καὶ περικλύζον τὴν ναῦν, τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶμα τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἄν οὕτω τὐχῃ νῆσον ἀπαίρουσι, , παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῇ τε πλησιάσαντας καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑιιπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνται.