Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
Ποικίλως ὁ ἐχθρὸς τῷν ἀνθρώπων διάβολος εἰωθε ταράτειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. ·ὁ μέντοι σωρεὸς θεμέλιος« κατὰ τὸ γεγραμμένον »ἕστηκεν ἔχων τὴν σφραγῖδα ταὐτην· ἔγνω γὰρ κύριος τοὺς ὄντα αὐτοῦ.«