Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
Ἀβραὰμ γηραλέος λαμβάνει παῖδα »νενεκρωμένου ἤδη τοῦ σώματος« καὶ ἐκ νεκρῶν ὁ θεὸς τὴν ἐλπίδα κεχάρισται, νεκρωθείσης μάλιστα »τῆς μήτρας Σάρρας·« καὶ τὸ »πεπαλαιωμένον καὶ ἐγγὺς ἀφανισμοῦ γεγονός«, τῆς κατ᾿ ἐθισμὸν γυναικὸς ἀκολουθίας ἡ ξηρανθεῖσα πηγή, αὖθις δύναμιν λαμβάνει εἰς καταβολὴν σπέρματος καὶ ἡ γηραλέα <ὡς> νεωτέρα κυΐσκει.