Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
ἐὰν δέ τις παλιν σοφιζόμενος εἴπῃ· τὸ τοῦ Χριστοῦ μόνον ὃλον ἀνέστη, τὸ δὲ ἡμῶν οὐκ αὐτ.ὸ ἐγείρεται, άλλ΄ άντ΄ αὐτοῦ ἕτερον, πῶς ούν λέγει ἀνέστη Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων;« ἕν ἐστι καὶ αὐτὸ τὸ σῶμα * ἀπαρχὴ τῶν ἐγειρομένων. πῶς δὲ ἀπαρχὴ γέφονε Χριστὸς τῶν [*](D194) κεκοιμημένων, μαθέτωσαν καὶ μὴ πάλιν εἰς ἄλλην πλάνην τραπῶσι καὶ νομίσωσι τὰς ἄλλας γραφὰς ψεύδεσθαι.