Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἐπειδὴ δὲ δεῖ καὶ περὶ ἁγίων, τῶν ἁγίων, ὡς μέλλουσι φαιδρύνεσθαὶ τε καὶ ἀλλοιοῦσθαι ἐν μετὰ μετὰ τὴν ἀνάστασιν καθάπερ λέγει »ἐγείρεται ἐν δόξῃ«), ἑδραιωθῆναι ἡμᾶς ἐν τῇ ἐλπίδι, φησὶν ἡ ἁγία γραφή »ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ οὐκ αὐτὸ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλ᾿ δὶ τύχοι κόκκον σίτου ἤ τινος τῶν ἄλλων σπερμάτων καὶ ό θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε«., τοῦτο εἰς δόξαν τῶν ἐγειρομένων ἐν φαιδρότητι εἶπεν·