Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
τὸ πρῶτον μέν »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν«, ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν , ἴνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν ἑαυτοὺς συνιστώντων.
ἐπὰν δὲ εἴπῃ »κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι«, δείκνυσιν ὅτι οὐχ ἀνθρώπου αὐτοῦ ἠ μαρτυρία, ἀλλὰ θεός έστιν ἀληθεύων <ἐν> τῇ αὐτοῦ ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, »πνεῦμα θεοῦ« ὂν καὶ πνεῦμα ἀληθείας«, τριὰς ἐν ἐνὶ ὀνόματι ἀριθμουμένη.
περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν«, ἀξιόπιστος δὲ μάρτυς <περὶ τοῦ υἱοῦ> ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ αὐτὸν φάσκων. οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, <ὄτι> ἀληθινὸς θεός, περὶ υἱοῦ δέ,. μονογενὴς θεός. τὸ δὲ <ἀνά>παλιν περὶ πατρός, ὅτι »φῶς ὁ περὶ δὲ υἱοῦ, ὅτι »ἦν τὸ φῶς τὸ ἀληθινόν«.
4. Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν.