Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
2. Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν έν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ <γενομένας> τὰς ὑμῶν καὶ τῶν καθ’ ὑμᾶς τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν.
ἀπ’ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι »σὺ εἶ ὀ Ζριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος«, σαφῶς ὐπ’ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας <τό> »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεταί ἐκ τῆς Ἐβραϊκῆς διαλέκτου υἱός.