Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
πόσα γὰρ κατὰ τοῦ θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου πνεύματος, εἴς τε τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν <ἐν πνεύματι> ό θεὸς ἐχαρίσατο, οὖτοι μισοῦσι τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν οἶα δὴ γεώδεις ὄντες καὶ σωματικοί, <ψυχικῶς> ἀνακρίνοντες οὐ νοοῦσι. μάτην δὲ βλασφημοῦσιν.