Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
καὶ εὐθὺς μὲν Οσίρεως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τυφῶνος <τε> τοῦ ἀδελφοῦ τοὺς ἰδίους ἀδελφοὺς κατ᾿ ἀλλήλων στρατεύουσι. πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰδοῦς <τοῦ> ἰδίου ἀδελφοῦ αἰσθομένης, ἐρώσης μὲν καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως τοῦ ἰδόυ ἀδελφοῦ φθανούσης.