De Laudibus Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἀλλ’ οὐκ ἐγὼ μύθους, οὐκ ἀκοῆς θήραστρα, λόγων εὐγλωττίαν πλασάμενος πάρειμι κησήσων ὦτα φωνῇ Σειρήνων, οὐδὲ χρυσέοις δεπάεσσιν, ὡραίοις ἄνθεσι ῥημάτων φράσει κεκαλλιεπημένοις, ἡδονῆς φάρμακα τοῖς τῶνδε προπιοῦμαι φίλοις, σοφοῖς δὲ πειθόμενος παρ- αγγέλλω τὰς λεωξόρους φεύγειν καὶ ἐκτρίπεσθαι, μηδὲ τῷ πλήθει συνωθεῖσθαι διακελεύομαι.
ἥκω δὴ βασιλικῶν ὕμνων καινοτέρας ᾠδῆς ἐν ὑμῖν ἀπαρξόμενος. μευρίων δ’ ἀμφὶ τὴν αὐτὴν ἐμοὶ σπευ- δόντων πορείαν, πάτον ἀνθρώπων ἀλεείνων αὐτὸς τὴν ἀπριβῆ βα- διοῦμαι, ἧς οὐ θέμις ἀνίπροτις ἐπιβαίνειν ποσίν. οἱ μέν γε δημώδεις μειρακίων τε σοφίσμασι πεπατημένους μετιόντες λόγους μούσάν τε ἡδεῖαν καὶ πάνδημον ἀσπαζόμενοι θνητὰς ἀκοὰς θνητοῖς διηγήμασι θελγόντων, ἡδονῇ τὸ κριτήριον ἀποδόντες· οἱ δ’ αὐτῆς μύσται τῆς καθ- όλου σοφίας, θείων ἐίων ἐν ἀγαθοῦ μοίρᾳ θέμενοι τὰς αὐτοῦ βασιλέως θεοπρεπεῖς ἀρετὰς φιλοθέους τε πράξεις τῶν ἀνθρωπίνων προὐτίμησάν τε καὶ εἵλοντο, δευτέροις ἀνυμνεῖν τὰ δεύτερα τῶν καλῶν παραχωρή- σαντες.
θείων γάρ τοι καὶ ἀνθρωπείων δορίας οὔσης καὶ ἐν Βασιλέως ψυχῇ, καὶ τῶν μὲν εἰς θεὸν τῶν δ’ εἰς ἀνθρώπους τεινόντων, τοῖς μὲν ἐκτὸς περιβόλων ἱερῶν ἑστῶσιν οἵπερ δὴ ἐπιτήδειοι τὰ ἀνθρώπεια διακονείσθων, σεμνὰ μὲν ὅμως καὶ ἡπερξυῆ βιωφελῆ τε καὶ ταῦτα· πάντα γὰρ τὰ βασιλέως καλά, πλὴν ἔτι λειπόμενα τῶν θειοτέρων. [*](4 wahrsch. Pythagoras bei Aristot. Fr. 192. - 8 Hom. II. 6, 202.) [*](Der ganze Prolog bis 196, 13 fehlt in J | 2 ὦτα Hkl, ὼς τὰ Η, ὡς διὰ Ν| φωνῆς Ν|3 δεπάεσι H, δεπάεσσι, aber das σ undeutlich, N | ῥημάτων φράσει <Hk1 | 4 προσποιοῦμαι N|7 δ’ <H | 8 πορείαν Hkl, χορείαν HSS | ἀνθρώπων Η|13 ἐπίβολοι Η|15 θεοπρεπεῖς Η, θεοφιλεῖς Ν| 16 εἵλοντο Η, wahrsch. προεί- ὅμως HSS, μέντοι Hkl | 21 ἔτι] ὅτι vermutet Val.)
οἱ δ’ ἀνακτόρων ἁγίων εἴσω ἀδύτων τε καὶ ἀβάτων μυχῶν ἐντὸς διαβεβηκότες, θύρας βεβήλοις ἀκοαῖς ἀποκλείσαντες, τὰς ἀπορρήτους βασιλέως μυήσεις τοῖς τούτων μύσταις διηγείσθων μόνοις, οἱδὲ τὰ ὦτα νάμασιν εὐσεβείας καθηράμενοι ψυχῆς τε αὐτῆς μεταρσίῳ πρερῷ τὸ νοερὸν ἐπερείσαντες ἀμφὶ τὸν πάντων βασιλέα χορευόντων, σιγῇ τὰ θεῖα τελούμενοι.
λογίων δὲ χρησμοί, οὐκ ἐκ μαντείας (μᾶλλον δὲ μανίας παράφρονος) φωτὸς δ’ ἐπιπνοίαις ἐνθέου προσπεφωνημένοι, τῶν τελετῶν ἡμῖν γενέσθωσαν διδάσκλοι ἀμφὶ βασιλείας αὐτῆς ἀμφί τε βασιλέως τοῦ ἀνωτάτω δορυφορίας τε θείας ἀμφὶ τὸν πάντων βασιλέα τοῦ τε καθ᾿ ἡμᾶς βασιλικοῦ παραδείγματος καὶ τοῦ τὸ χάραγμα κεκιβδηλευμένου τῶν θ᾿ ἑκατέρῳ συνομαρτούντων τάγματι. οἷς δὴ τὰς θεοπρεπεῖς τελετὰς ἱεροφαντούμενοι ὧδέ πη θείων ὀργίων ἐφαψόμεθα.