De Laudibus Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
οὕτω δὴ βασιλεὺς αὐτός, ὤ τῆς παραδόξου ἀκοῆς, τε εὐσεβεῖς θεσμοῖς ἀκολούθως παρεδίδου θείοις, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ’ ἐπὶ τὸν ἐπουράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους· ναὶ μὴν καὶ ἡμέραν εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον, τὴν δὴ καὶ φωτός καὶ ζωῆς, ἀθαναςίας τε καὶ ἀγαθοῦ παντὸς ἐπώνυμον.
αὐτὸς τε αὐτοῦ ξδιδάσκαλος ἀγαθῶν ὑποστάς, ἐν αὐτοῖς βασιλικοῖς ταμείοις τὸν αὐτοῦ σωτῆρα γεραίρων, ὧδε μὲν εὐχαῖς θεσμοὺς [*](5—10 vgl. Vita C. II, 16 (S. 47, 28ff.). — 7 Hom. Od. 11, 476. — 11 — 16 vgl. Vita C. 1, 40 (S. 26, 14—19). u. 22—26 vgl. Vita C. IV, 19 (S. 124, 26 — 125, 5). — 26—28: vgl. Vita C. IV, 18 (S. 124, 5—6 u. 19).) [*](1 οἱ Val., οἷς HJ, οἷς οἱ Ν | δ’ HJ, τ’ Ν | 2 nach ἀράμενοι + κακοὶ κακῶς ἀπολώλασι Ν | ποῖ — 4 ἠξίεσαν < J | nach ποῖ + δὴ Ν | 6 lieber θαρσοῦντες J | 7 καμνόντων Η, ξοάνων J, καμόντων Val., wie Vita C. Cod. V | 8 περιπεφραγμένος Vita C. | 14 ἀνεξαλείπτοις ἐγχαράξας τύποις Vita C. | 16 nach φυλακτήριον + κηρύττων εἰδέναι Ν | 17 καὶ + vor Ν | οὕς Hkl, οἷς HSS | 19 εἰδέναι θεόν Vita C.; θεὸν εἰδέναι JN, εἰδέναι βασιλέα Η | 23 μὲν] μὴ Η | οὐράνιον JN | 28 τὴν N, J, aber v auf Ras., J, τῆς Η |καὶ < vor ζωῆς Η | 29 αὐτοῦ Η, αὐτοῦ J, ἑαυτοῦ N | καταστὰς ἀγαθῶν Ν | 30 σωτῆρα γεραίρων αὐτοῦ Ν.)
ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο, τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ νεὼς καὶ τεμένη ἱερά τε προσευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος.
ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι βασιλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλαχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι κυνῶν δίκην λυττῶντες κατὰ τῶν ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ' αὐτοῦ θεοῦ δυνατὸν ἠν αὐτοῖς, τοὺς θυμοὺς ἠφίεσαν, εἶτ' ἐξ ὕψους εἰς ἔδαφος καταρρίπτοντες ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. καὶ τοῦτ΄ ἠν αὐτοῖς τῶν κακῶν τὸ δρᾶμα, δέ οὑ τὸ θεῖον ὥσπερ ἀμυνόμενοι τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον. οὔπω δ' οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥιπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης ἐν ἀν- θρώποις ἀπολειφθῆναι ἄρδην δ' ἐν βραχεῖ τοὺς πάντας καίπερ εἰς πλῆθος ἀφωρισμένους θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι.
14 ἀλλ' οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος, ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτός, οὐ μὴν μόνος συνόντος δὲ καὶ συμπράττοντος αὐτῷ τοῦ μόνου, τῶν μικρῷ πρόσθεν ἑαλωκότων τὰ νέα πολὺ κρείττονα τὰ δεύτερα μακρῷ τῶν πρώτων
[*](2—5 : ähnlich Vita C. IV, 18 (S. 124, 7—10).)[*](7 πλήθει J Ι 9 γλῶσσαι N Ι 11 δεισιδ., ει u. ι auf Ras., J Ι 12 οἷά Hkl, vgl. doch S. 9, 11 Ι 19 δυνατὸν ἦν αὐτοῖς H, δυνάμει J, ἠδύναντο N Ι 23 φρενοβλαβίας H, φρενοβλαβείας, aber ει aus ι, J Ι 24 βραχὺς < N Ι 25 ριπῆ H, ῥοπῆ JN 30 τοιοῦτον NJ, τοιοῦτο H Ι 32 nach μόνου + βασιλέως J.)ἀπέφαινε τιμιώτερα, ὡδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις ἐκκλησίαις θεοῦ φαιδρύνων, ὡδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν μεγίστῃ τιμῶν καὶ περικαλλεστάτῃ, καὶ τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει.
πάντων δ' ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβών, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὡς ἂν ἐνθένδε τοῦ ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ’ ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν. τῇδε μὲν ὥσπερ έν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἀπάντων θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς ἀφιέρου· μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων, εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕφος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλλεν, οἴκοις δὲ τοῦτο πλείοσιν ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσιν.
τάδε μὲν οὖν ὡδε συνετελεῖτο, τὰ δ' ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ κατ' αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον οἶκον εὐκτήριον παμμεγέθη νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίαις καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον αὐτό τε τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασιν.
τρεῖς δ' ἀπολαβὼν ἐν τῇδε χώρας τρισὶν ἄντροις μυοτικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν τῆς πρώτης ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας. ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον·
τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον οἶκον ἅπαντα καὶ γένος αὔξει, θρόνον τε βασιλείας μακραῖς ἐτῶν περίοδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει διαδοχαῖς τε τούτων τοὺς τῆς ἀρετῆς καρποὺς ταμιευόμενον.
καὶ δὴ τοῦτ' ἦν τὸ φέριστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξ ἴσου νέμων τὰ τάλαντα τὴν κατ’ ἀξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγεν. διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι παρὰ πόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄρριζοί τε καὶ ἄοικοι ἀνέστιοί τε καὶ
[*](1—4 vgl. Vita C. III, 50 (S. 98, 23—27). — 7 —13 vgl. Vita C. III, 50 28—99, 6). —20 —23 vgl. Vita C. III, 41 (8. 95, 4—8).)[*](1 αὐτοῦ Hkl Ι 2 μεγίστῃ u. 3 περικαλλεστάτῃ Val., μεγίστην u. περικαλλ την HSS Ι 3 καὶ < vor τῶν Ν Ι δὲ λοιπῶν ∾ J | 6 ἀνομβρίσαντος HJ Ι 12 N Ι τούτω J Ι 17 πλουσίαις JN, πλουσίως H Ι 20 χώρα H Ι μυσ 21 τῆς + Vita C. | πρώτης N, πρὸ τῆς HJ Ι 22 τὰ < J Ι 27 γένος H, θρόνον JN ἐτῶν + am Rande H Ι 28 καὶ αἰτοῦ γένει < J | αὐτοῦ Val.. αὐτῶ HN Ι τῆς < JN 31 τὰ < N Ι 33 ἄριζοι)ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὐτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας καὶ γένους σωτῆρα καὶ φρουρὸν εὕρατο. ὡδε θεοῦ κατεφαίνοντο πράξεις δἰ ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου,