De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ταύτην δ᾿ ἑστίαν καὶ μητέρα καὶ τιθήνην ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξαις ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο.

ζώων δ᾿ ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ φίλον κατ᾿ εἰκόνα τὴν αὐτοῦ πλαςάμενος, νοῦ καὶ ἐπιστήμης ἐπήβολον, λόγου τε καὶ σοφίας ἔκγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται ἀρχικῇ δυνάμει κρατεῖν τούτῳ ἔδωκεν. ἄνθρωπος γὰρ ἦν αὐτῷ ζώων τῶν ἐπὶ γῆς τὸ θεοφιλέστατον, ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν οἷα πατὴρ παραδέδωκε3 ν, ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπτστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο.

ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρετον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυςίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὰον σύμπαντα στεφανώσας αἰῶνα, [*](5 Hom. Il. 2, 210.) [*](1 πλάτει u. μήκει H, πλάτη u. μήκη, aber η auf Ras., J, in πλάτη η aus ει N | 2 μορφοῦσθαι ob richtig?, καρποῦσθαι? Wil., < J | 5 περιέβαλλεν H, περιέβαλε J, περιέλαβε N | σμαραγεῖ —αὐτῇ < Val., vgl. Hom. Π. 2, 210 |σμαραγεῖ — καλλωπ. < J | σμαραγδεῖ ΗΝ | 6 καλλωπιζομένην Val., καλλωπιζομένη H, καλλωπιζομένῃ N | 7 τιθηνῆν HJ, aber verändert in τιθήνην J, τιθηνὸν Ν |8 χλοάζει H | παντοίοις καὶ τοῖς φυτοῖς τε καὶ ὡραίοις ἄνθεσιν H, παντοίοις ἄνθεσι καὶ φυτοῖς (ὡραίοις <) J ] 9 ἔνθυμον Η | ζωῆς < J | 10 ζῶον J | nach αὐτῷ + θεῶ J | 11 ἐπίβολον H | 12 ἔκγονον, aber ἐκ auf Ras., J, ἐγγ. HN | 13 τούτω N, τοῦτο HJ | Wortfolge τοῦτο κρατεῖν H | 14 ζώων N, ζῶον HJ | 15 ἄνθρωπος < Hkl | 17 ὑποχείρια H, auch J, aber aus ὑπὸ χεῖρα in J, dies in N | 18 μαθημάτων Ν, < HJ | 21 ἀστέρων, aber e ausradiert, H | ἄνθρωπος < Ηκλ | 26 ἔαρ Val., ἔαρος HSS | δ᾿ HSS | ἐνιαυςίων, ιων auf Ras., J | ἰσορόποις HN.)

v.1.p.209.
θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ᾿ οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ᾿ αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος , τοῖς τ᾿ ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις.

ἐνθένδε δὴ ἐν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὁ μέγας βασιλεὺς ὁ μέγας βασιλεὺς ὧδε περιδηςάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων σωτῆρι, τὰς τοῦ παντὸς παραδοὺς ἡνίας. ὁ δ᾿ οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδηςάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, πρεμμελετᾶν ἐν τῷ δε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἥν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν . . τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβαςίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προςήκοντα.

εἶθ᾿ ὡς ἐν ἀγῶνος ἄθλοις παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ᾿ ἑτέροις . . ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ᾿ ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, δεκάδων τριάδων μονάδων τε τριπλασιόνων,

ὧν ἡ μὲν πρώτη τριὰς μονάδος ἂν γένοιτο ἔκγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα, ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολὴ τε καὶ στοιχεῖον εἰκότως ἄν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν [*](1 ἀκμῆ J, ἀκοῆ HN | 2 τ᾿ Ηkl, δ᾿ HSS | 3 ἵππον, ο aus ω auf Ras., H | 4 τ᾿] δ᾿ H | 5 ἔαρος + vor ἵστησι J | 6 πύλαις < J | οὖν (δὴ Wil.) ἐν Hkl, οὖν N, ὰν εἰς H, ὰν ἐν J | 7 σοφαῖς J | 9 δὴ < J | 10 ὁ δ᾿ οἷα — 18 ἐδίδαξεν < J | 14 τε < H | 17 nach ζωὴν über der zeile καἰ N | ἣν + Hkl | 18 nach ἐν + . B. τῷδε (vgl. z. 15 u. 20) Hkl, nicht Wil. | 19 φτὴν < Hkl | 22 εἶθ᾿ ὡς — στεφανοῖ < J | 23 nach ἑτέροις, wenn richtig, Lücke | 26 δεκάδων τριάδων μονάδων τε τριπλασιόνων Hk l, τρίαδων μονάδων δὲ τριπλασιόνων HSS | 28 ἐγγ. HN, ἔκγονος, aber εχυ auf Ras., J | nach μηνῶν über der Zeile δὲ N | 31 παρὰ μένειν Η, παραμένειν J | 32 αὐξουμένου J. Eusebius I. 14)

v.1.p.210.
ὑφαίρεςίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθ μῶν, φέρουςά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις.

μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων πᾶν πλῆθος κρατύνεται, οὑδ᾿ ἔστιν ἄλλως δίχα μονάδος οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ᾿ ἐκτὸς ἂν εἴη πλήθους πορρωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντός, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ᾿ οὐδενὸς πώποτε.

τριὰς δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετο, καὶ πρώτη τῶν ἐξ ἀρτίων κὰι περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοςύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεςότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἥ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν.

καὶ τριάδος μὲν δύναμις ἄρα παντὸς εἰκότως ἂν ἀρχὴ νομισθείη. δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα μέχρις αὐτῆς τὸ πᾶν ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πηξαι ὅρον τε καὶ περιγραφὴν κτηςάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν.

εἶτακύκλον ἐργαςάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, καὐντεῦεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύουσι διαύλους ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι.

τῶν γοῦν δέκα τὸ δέκατον μονάς· δέκα δὲ μονάδες μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος καὶ καμπτὴρ ἁποκαταστατικός, καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν ὅρος δὲ καὶ τέλος μονάδων, ὁμοῦ δὲ τριὰς δεκάδι συμπλα- [*](1 ὑφαίρεσιν, αι auf Ras., H | 3 ἄλλων] ὅλων H | 7 ἄλλως HSS, vielleicht ὅλως Hkl | 10 ταύτη H, ταύτης JN | 11 ὁ δύο < H k l | 12 περιττὴν < J | 15 ἣ N, τῆ HJ | 16 ἀγενήτου N | γεννητῶν H, γενητῶν JN | 17 καὶ τριάδος — 22 περιέχουσα < J | 18 Wortfolge δύναμις εἰκότως εἰκότως ἂν ἄρα παντὸς ἀρχὴ N | 23 περιορίζοντες HJ | μητέρα — πῆξαι corrupt! Wil.| nach μήτερα + τε Ν | πῆξαι ὅρον Wil., πηξαίορον HJ, πηξαίωρον N | τε καὶ < JN | |28 παλίσσυτοι H k l, παλιςύρρυτοι HJ, παλίσυρτοι N | 31 δεκάδα] μονάδα J | 323 ἀποκαταστατικός Wil., ákatastatikqow HJ, καταστα. Ν.)

v.1.p.211.
κεῖσα τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίσοδον φυσικώτατον ἀριθμὸν γεννᾷ τὸν τριάκοντα· ὅ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς.

ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ᾿ ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σφύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ᾿ ὅν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα.

τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ νικητοῦ βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ᾿ ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ᾿ αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν,

ἔνθα ζωὴ ψυχῆς ἐν ἀγαθῶν ἀκηράτοις κὰλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ᾿ ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ᾿ ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμτρούμενος, μιᾷ δ᾿ εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὐφ᾿ ἡλίου φωτιζομένῃ οὑδ᾿ ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ᾿ αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν μονογενῆ παῖδα τοῦ παμβασιλέως.

παρὸ καὶ ἥλιον αὐτὸν δικαιοςύνης καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων λόγων ἀπόρρητοι μυοῦσι θεολογίαι, τοῦτον δ᾿ αὐτὸν δικαιοςύνης ἀκτῖσι σοφίας τε αὐγαῖς τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις.

θνητῶν δ᾿ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ᾿ οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἅ τοῖς [*](26 Mal. 4,2. — 31 vgl. Jes. 64, 4; I. Kor. 2, 9.) [*](5 ἀπειργάζεται J, Imperfekt falsch Wil. | 9 zwischen τοῦ u. νικητοῦ ungef. 10 Buchst. ausradiert H | 16 τῆς αἴγλης HJ | 19 ὁ < H k l | 22 μία — ἐκτεινομένη ζωὴ διαρκὴς J | 24 ἔχουσα HJ | θεοῦ ? Hkl| 25 παρὸ — αὐτὸν] ὅς καὶ ἥλιος ἐστὶ J | 26 λόγων — 27 αὐγαῖς < JN | λόγων < Hkl 27 δ᾿ HSS, τε Hkl | 28 καταλάμπων J, καταλάμπον N | παρασκ. HJ | 29 Wortfolge τοῖς αὐτοῦ κόλποις ἀντὶ τῆς J | ἀπολαβ.] ἀποδεχφόμενος J | 30 πιστοῦσθαι] δεικνύει J | nach ὑποσχέσεις + πιστεύομεν.)

v.1.p.212.
εὐσεβείᾳ διακοσμησαμένοις προητούμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι’ οὗ τὸν θάνατον καταγωνιςάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὅ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.

Δυεῖν γάρ τοι φύσεων ἐν ἡμῖν συμπελεγμένων, ψυχῆς λέγω καὶ σώματος, καὶ τοῦ μὲν ὁρωμένου τοῖς πᾶσι τοῦ δ’ ἀφανοῦς καθεστῶτος, δύο τούτοις ἐναντία βάρβαρα καὶ πολέμια γένη, τὸ μὲν ἀφανῶς τὸ δ’ ἐκ τοῦ προφανοῦς παρετάττετο. καὶ τὸ μὲν σώματα σώμασι προβεβλημένον, τὸ δ’ ἀσωμάτοις παντευχίαις γυμνὴν αὐτὴν ἐπολιόρκει τὴν ἀνθρώπου ψυχήν.

εἶθ’ οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δῃοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες, κἄπειτα λυμαινόμενοι ὅσοις ἄν δύναιντο οἱ δ’ ἀφανεῖς ἐχθροί, ψυχοφθόροι δαίμονες, οἹ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο, ὡς μηκέτ’ αὐτοῖς εἶναι θεὸν τὸν ἀληθῆ θεὸν ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ’ ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα ὡς οὐκ ὄντα πάρεργον ἐποιήσαντο.

ἔνθεν αὐτοῖς ἡ τῶν σωμέτων γένεσις ἐνομίσθη θεός, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεός, ἡ τῶν αὐτῶν διαφθορὰ τε καὶ λύσις. ἀλλ’ ὁ μὲν πρῶτος αὐτοῖς ὡς ἄν γενέσεως ἀρχηγὸς Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο, ὁ δὲ δεύτερος ὡς ἄν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους Πλούτων καὶ Θάνατος ὠνομάζετο. ὡς γὰρ μὴ ἑτέραν ἤ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ’ ἄνθρωποι τὴν ταύτης αἰτίαν γένεσιν θεὸν εἶναι ἀπέφαινον· καὶ ὡς μηκέτ’ ὄντες μετὰ θάνατον νικητὴν ἁπάντων καὶ μέγαν θεὸν τὸν Θάνατον ἀνηγόρευον· εἶθ’ ὡς [*](3 ἀποκαθῆρε Η | 7 πολεμίων τε καὶ < J | 8 καὶ < Η | ἄλλων τουτωνὶ βαρβ. < J | δαιμόνων Η, βαρβάρων Ν |τουτονὶ Η | βαρβάρων Η, δαιμόνων Ν |9 ἤρατο νίκας J, ἤρω (ᾔρω) το νῖκος ΗΝ | 10 δύνωνται Η | 20 δὴ u. ἁπάντων < J | 21 πωτώμενοι Η | θνητῶν ΗJ | 23 πλᾶνον Η | nach πλάνον + am Rande ἀλᾶσθαι Ν | 30 μὴ ἑτέραν Hkl, μηδέτεραν HSS | τὴν] τῆς Η | 32 καὶ + vor γένεσιν Ν | γένεσιν < Hkl (nicht Wil.).)

v.1.p.213.
εὐθύναις οὐθαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτοτυ τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα.