De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

εἶθ᾿ ὡς ἐν ἀγῶνος ἄθλοις παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ᾿ ἑτέροις . . ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ᾿ ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, δεκάδων τριάδων μονάδων τε τριπλασιόνων,

ὧν ἡ μὲν πρώτη τριὰς μονάδος ἂν γένοιτο ἔκγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα, ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολὴ τε καὶ στοιχεῖον εἰκότως ἄν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν [*](1 ἀκμῆ J, ἀκοῆ HN | 2 τ᾿ Ηkl, δ᾿ HSS | 3 ἵππον, ο aus ω auf Ras., H | 4 τ᾿] δ᾿ H | 5 ἔαρος + vor ἵστησι J | 6 πύλαις < J | οὖν (δὴ Wil.) ἐν Hkl, οὖν N, ὰν εἰς H, ὰν ἐν J | 7 σοφαῖς J | 9 δὴ < J | 10 ὁ δ᾿ οἷα — 18 ἐδίδαξεν < J | 14 τε < H | 17 nach ζωὴν über der zeile καἰ N | ἣν + Hkl | 18 nach ἐν + . B. τῷδε (vgl. z. 15 u. 20) Hkl, nicht Wil. | 19 φτὴν < Hkl | 22 εἶθ᾿ ὡς — στεφανοῖ < J | 23 nach ἑτέροις, wenn richtig, Lücke | 26 δεκάδων τριάδων μονάδων τε τριπλασιόνων Hk l, τρίαδων μονάδων δὲ τριπλασιόνων HSS | 28 ἐγγ. HN, ἔκγονος, aber εχυ auf Ras., J | nach μηνῶν über der Zeile δὲ N | 31 παρὰ μένειν Η, παραμένειν J | 32 αὐξουμένου J. Eusebius I. 14)

v.1.p.210.
ὑφαίρεςίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθ μῶν, φέρουςά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις.

μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων πᾶν πλῆθος κρατύνεται, οὑδ᾿ ἔστιν ἄλλως δίχα μονάδος οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ᾿ ἐκτὸς ἂν εἴη πλήθους πορρωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντός, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ᾿ οὐδενὸς πώποτε.

τριὰς δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετο, καὶ πρώτη τῶν ἐξ ἀρτίων κὰι περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοςύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεςότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἥ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν.

καὶ τριάδος μὲν δύναμις ἄρα παντὸς εἰκότως ἂν ἀρχὴ νομισθείη. δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα μέχρις αὐτῆς τὸ πᾶν ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πηξαι ὅρον τε καὶ περιγραφὴν κτηςάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν.

εἶτακύκλον ἐργαςάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, καὐντεῦεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύουσι διαύλους ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι.

τῶν γοῦν δέκα τὸ δέκατον μονάς· δέκα δὲ μονάδες μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος καὶ καμπτὴρ ἁποκαταστατικός, καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν ὅρος δὲ καὶ τέλος μονάδων, ὁμοῦ δὲ τριὰς δεκάδι συμπλα- [*](1 ὑφαίρεσιν, αι auf Ras., H | 3 ἄλλων] ὅλων H | 7 ἄλλως HSS, vielleicht ὅλως Hkl | 10 ταύτη H, ταύτης JN | 11 ὁ δύο < H k l | 12 περιττὴν < J | 15 ἣ N, τῆ HJ | 16 ἀγενήτου N | γεννητῶν H, γενητῶν JN | 17 καὶ τριάδος — 22 περιέχουσα < J | 18 Wortfolge δύναμις εἰκότως εἰκότως ἂν ἄρα παντὸς ἀρχὴ N | 23 περιορίζοντες HJ | μητέρα — πῆξαι corrupt! Wil.| nach μήτερα + τε Ν | πῆξαι ὅρον Wil., πηξαίορον HJ, πηξαίωρον N | τε καὶ < JN | |28 παλίσσυτοι H k l, παλιςύρρυτοι HJ, παλίσυρτοι N | 31 δεκάδα] μονάδα J | 323 ἀποκαταστατικός Wil., ákatastatikqow HJ, καταστα. Ν.)

v.1.p.211.
κεῖσα τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίσοδον φυσικώτατον ἀριθμὸν γεννᾷ τὸν τριάκοντα· ὅ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς.

ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ᾿ ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σφύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ᾿ ὅν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα.

τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ νικητοῦ βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ᾿ ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ᾿ αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν,

ἔνθα ζωὴ ψυχῆς ἐν ἀγαθῶν ἀκηράτοις κὰλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ᾿ ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ᾿ ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμτρούμενος, μιᾷ δ᾿ εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὐφ᾿ ἡλίου φωτιζομένῃ οὑδ᾿ ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ᾿ αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν μονογενῆ παῖδα τοῦ παμβασιλέως.

παρὸ καὶ ἥλιον αὐτὸν δικαιοςύνης καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων λόγων ἀπόρρητοι μυοῦσι θεολογίαι, τοῦτον δ᾿ αὐτὸν δικαιοςύνης ἀκτῖσι σοφίας τε αὐγαῖς τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις.

θνητῶν δ᾿ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ᾿ οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἅ τοῖς [*](26 Mal. 4,2. — 31 vgl. Jes. 64, 4; I. Kor. 2, 9.) [*](5 ἀπειργάζεται J, Imperfekt falsch Wil. | 9 zwischen τοῦ u. νικητοῦ ungef. 10 Buchst. ausradiert H | 16 τῆς αἴγλης HJ | 19 ὁ < H k l | 22 μία — ἐκτεινομένη ζωὴ διαρκὴς J | 24 ἔχουσα HJ | θεοῦ ? Hkl| 25 παρὸ — αὐτὸν] ὅς καὶ ἥλιος ἐστὶ J | 26 λόγων — 27 αὐγαῖς < JN | λόγων < Hkl 27 δ᾿ HSS, τε Hkl | 28 καταλάμπων J, καταλάμπον N | παρασκ. HJ | 29 Wortfolge τοῖς αὐτοῦ κόλποις ἀντὶ τῆς J | ἀπολαβ.] ἀποδεχφόμενος J | 30 πιστοῦσθαι] δεικνύει J | nach ὑποσχέσεις + πιστεύομεν.)

v.1.p.212.
εὐσεβείᾳ διακοσμησαμένοις προητούμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι’ οὗ τὸν θάνατον καταγωνιςάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὅ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.