De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μέθεξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ’ ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοςύνης, σώφρων τε σωφροςύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος.

ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρεποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ’ ἐλευθερίου διαθέσεως, μωρίαν δ’ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος [*](2 σοφίας — 3 ἔρως <J | 3 ἔνθεν — γνῶσις steht nach ἐπάξιος (4) in JN | 6 ὡς δὲ — 18 ἐκτυπούμενος <J | 9 τοῦτ’ εἰδ. <Hkl | 11 τε <Wil. | 13 χορηγίας, ηγιας auf Ras., H | 15 τῆς κλήσεως στολὴν ~ N | 16 ἐπλήρου τε N, ἐπλήρουντο HJ| ὅσην N, ὅσον H | ὁ + vor ἥλιος N | 19 προβεβλημένος N, προβεβλημένους HJ | 21 κοσμηθεῖ H | 26 ἂν + Hkl | τῇ ψυχῇ HJ, τὴν ψυχὴν N, vgl. S. 204, 5. u. 19 | 34 πόματος HSS, lieber ῥιζώματος Hkl.)

v.1.p.204.
ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσςέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ’ οὔποτ’ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος.