De Laudibus Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
πρῶτόνγε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ’ ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑρτῆς δεκάδι. ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καιςάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη [*](16 Hom. ll. 4, 102. – 26 vgl. Euseb. Vita Const. IV, 40.) [*](1 λήροις Wil., ἄκροις HN, καὶ ἄκροις <J | 3 οἴκους <HJ | 14 ἀκροθήνιον H, J ἀκροθιν, aber vor ι ein Buchst. ausradiert | 14 πρὸ J, πρὸς HN | 15 οὐκ < Wil. | 17 nach τῶν + δ’ N | nach αὐτῷ + δὲ J | 19 ἀσπαζ.] ἀποδεχόμενος J | 20 τε <N | 23 τῆ + vor ῥᾳστ. N | 25 καὶ ὥσπερ — δωρ. <N | 32 θείων προφητειῶν H, προφητειῶν J, προφητῶν θείων N.)
οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων.
ὁ δ’, ὡς φῶς ἡλίου μαρμαρυγαῖς, ταῖς τῶν καιςάρων ἐπιλάμψεσι τοὺς πορρωτάτω τοῖς τόποις ἀπῳκισμένους ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τοῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπόν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων διενείματο· εἶθ’ ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς αὐτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους καίσαρας ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίς τε καὶ ὁμονοίας ἁρμοςάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ διϊππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπᾶρὼν καὶ τὰ πάντα διασκοπούμενος.
κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος. ἄνω βλέπων κατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπου φύσει τῶν ἐπὶ γῆς μόνῃ ὁ τῶν ἁπάντων δεδώρηται βασιλεύς. νόμος γὰρ οὗτος βασιλικῆς ἐξουςίας ὁ τὴν κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος.
μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. διὸ δὴ εἷς θεὸς ἀλλ’ οὐ δύο οὐδὲ τρεῖς οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον, εἷς βασιλεύς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος οὐδ’ ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς θεὸς λόγος, τοῖς ὑπ’ αὐτὸν καὶ μετ’ αὐτὸν ἅπασι τὴν τοῦ πατρὸς διαταττόμενος βασιλείαν. στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων θεοῦ λειτουργῶν πλήθη τε στρατοπεδείας ὑπερκοσμίου τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφα- [*](1 Dan. 7, 18.) [*](8 μαρμαρυγὲς H, μαρμαρυγῆς J | μαρμ. — ἐπιλάμψεσι <Wil. | 10 μὲν ἡμῖν ~ Hkl | τὸν] τοῖς H | 11 κἀ (so) + vor θάτερον H | 14 αὐτῷ Hkl, ἑαυτῶ HSS | 15 τε <N | 17 ὁ + vor ἥλιος N | 21 ἀνωݲνݲ auf Ras N | 22 μόνῃ Val., Wil., μόνος HSS | ὁ + Wil. | 23 τὴν <Hkl | 30 θεοῦ? Hkl | 33 στρατοπεδίας HN, -ειας, aber ει aus ι, J.)
Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοςύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουςίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐὶ γῆς ἐξηγόρευσεν;
ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θέοτητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας [*](7 μεγίστων ἀγαθῶν Zimm., μέγιστον ἄγαθον HSS | 12 τὴν <J | 14 ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος + am Rande H 1, <JN | 15 ἰσχύει HJ | τε Hkl, δὲ HSS | 18 καὶ ἐξουσίας <J | 27 ὑπειςῆλθον HJ, ὑπειςῆλθεν N | ἐννοίας H, ἔννοιαι J, ἔννοια N | 28 πεπιλημένω, ι auf Ras, H | 32 πατὴρ οὐσίας ~ J | 33 ἐκγόνοις N, ἐγγόνοις HJ.)