De Laudibus Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
τό γε μὴν κεφάλαιον τῶν εἰρημένων, ἡ πανταχοῦ γῆς διὰ τῆς αὐτοῦ δυνάμεως πρυτανευθεῖσα εἰρήνη, περὶ ἧς τὰ εἰκότα προ- λαβόντες εἰρήκαμεν, ποῖον οὐκ ἂν συκοφαντῶν ἀποφράξειε στόμα, οὕτω μὲν ἔργῳ συνδραμούσης τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ καὶ τῷ καταβληθέντι ὑπ' αὐτοῦ τῷ παντὶ κόσμῳ κηρύγματι τῆς τῶν ἐθνῶν πάντων ὁμονοίας τε καὶ συμφωνίας, οὕτω δὲ πρόπαλαι ὑπὸ τῶν τοῦ θεοῦ προφητῶν προαναπεφωνημένης τῆς κοσμικῆς τῶν ἐθνῶν εἰρήνης τοῦ τε πρὸς αὐτοῦ καταβληθέντος τοῖς ἔθνεσι λόγου; ἐπιλείψει με, βασιλεῦ, τὸ πᾶν τῆς ἡμέρας μῆκος τὰς ἐναργεῖς ἀποδείξεις τῆς ἐνθέου δυνάμεως τοῦ σωτῆρος ἡμῶν τὰς ἐκ τῶν εἰσέτι νῦν ὁρωμένων ὑφ' ἕν πειρώμενον συνέγειν καὶ συνιστᾶν, ὅτι μηδεὶς πώποτε τῶν ἐξ αἰῶνος μήτε παρ' Ἕλλησι μήτε παρὰ βαρβάροις τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν ἐπιδέδεικται, ὅλην ὁ σωτὴρ ὁ ἡμέτερος.
τί δὲ λέγω ἀνδρῶν ὁπότε μηδ’ αὐτῶν τῶν παρὰ πᾶσιν τοῖς ἔθνεσι θεολογουμένων τοιαύτη τις πέφηνεν ἐπὶ γῆς φύσις ἢ δεικνύτω ὁ βουλόμενος, παρίτω δὲ πᾶς φιλόσοφος καὶ ἡμῖν λεγέτω, τίς ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσέν ποτε θεὸς καὶ ἥρως αἰωνίον
[*](1 Mark. 13, 9. — 17 Theoph. Syr. III, 33.)[*](2 ἐσχάτους H | 4 xam H, ταῦθ’ N Ι 6 u. 12 ὑπερβάλοιτο, aber das zw, ausradiert, H | 12 τὸν + Val.(?) Ι τῶν aus τὸν N Ι 14 οὕτος H Ι 17 μὴν < H Ι συνδραμουση H | 24 Wortfolge λόγου τοῖς ἔθωεσιν N | 25 τὰς ἐναργεῖς ἀποδ. N, the open proofs Syr., τῆς ἐνεργείας ἀποδ. H | 26 τὰς < (?) Wil. | 27 καὶ H (u. Syr.), < N Ι 30 ὁ ἡμέτερος H, ἡμῶν N Ι ὅτε H Ι 31 πέμηνεν aus υκ N, has appeared Syr. Ι 33 ἤκουσται, aber ται aus ε, N. Eusebius I.)ζωῆς οὐρανίου τε βασιλείας μαθήματα πρόξενα παραδεδωκὼς ἀνθρώποις, οἷα ὁ ἡμέτερος σωτήρ, φιλοσόφοις δόμασιν μυρία πλήθη καθ' ὅλης τῆς οἰκουμένης συνασκεῖσθαι ποιήσας, οὐρανόν τε πείσας μεταδιώκειν καὶ τὰς ἐν οὐρανῷ διατριβὰς θεοφιλέσι Ψυχαῖς ἀποκειμένας ἐλπίςειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως ἄνδρωπος τὴν ἀφ' ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασἐν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς τε καὶ ἥρωας Ἑλληνικούς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίξειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ὲ́πειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὤν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ἀπὸ περάτων ὡς καθ’ ὅλης τῆς οἰκουμένης θεοῦ μόνον μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων ἀνα- γορεύεσθαι;
τίς τοῖς τὸ μέγα στοιχεῖον τῆς γῆς οἰκοῦσι τοῖς τε κατὰ γῆν καὶ τοῖς κατὰ θάλατταν ἐφ' ἑκάστης ἑβδομάδος τὴν κυριακὴν χρηματίζουσαν ἡμέραν ἑορτὴν ἄγειν ἐπὶ ταὐτὸν συνιόντας παρα- δέδωκεν, καὶ οὐ τὰ σώματα πιαίνειν τὰς δὲ ψυχὰς ἐνθέοις παιδεύμασιν ἀναζωπυρεῖν παρεσκεύασεν ; τίς θεὸς ἢ καὶ ἥρως οὕτω πολε- μηθεὶς ὡς ὁ ἡμέτερος σωτὴρ τρόπαια νικητήρια κατὰ τῶν ἐχθρῶν ἤγειρεν; οἱ μὲν γὰρ οὐ διέλιπον ἐξ ἀρχῆς καὶ εἰς τέλος αὐτοῦ τὰ μαθήματά τε καὶ τὸν λαὸν πολιορκοῦντες, ὁ δ’ ἀφανὴς ἀφανῶς τοὺς οἰκείους αὐτοῖς ἱεροῖς οἴκοις ἐπὶ μέγα δόξης προῆγεν.
καὶ τί δεῖ λόγοις τὰς παντὸς λόγου κρείττονας ἐνθέους δυνάμεις τοῦ σωτῆρος ἡμῶν φιλοτιμεῖσθαι συνάγειν, ὅτε καὶ σιωπώντων ἡμῶν αὐτὰ βοῶσι τοῖς ὦτα ψυχῆς κεκτημένοις τὰ πράγματα, τοῦτο ξένον ἀληθῶς καὶ παράδοξον καὶ ἕν μόνον ἐξ αἰῶνος τὸν κόσμον ἀνθρώπων ἐνηνοχέναι,
[*](5 Theoph. Syr. 111, 34. — 20 Theoph. Syr. III, 37.)[*](1 πρόξενα < Ν | 5 ἄνθρωπος < Christoph., Syr. Ι 9 λατρείαν auf Ras. 10 nach Ἑλλ. + τε H Ι 14 κριτῶν H Ι ἀπὸ περάτων < u. ὡς (statt ἴως HSS) Hkl, as to be called throughout the whole creation Syr. Ι nach ἀνθρώπων ungef. 10 Buchst, ausradiert in H Ι 15 nach ἀναγορ. + παρασκεύασας N, < H u. Syr. 16 τίς < H Ι τοῖς N, οἶς H Ι τοῖς über der Zeile N Ι 18 ταὐτὸ N Ι συνόντας H Ι οὐ τὰ H, αὐτὰ H Ι 28 καὶ ἒν μόνον τὸν βροτὸν ἀνθρώπων ἐνηνοχέναι καὶ Η corrupt!, at any period too it must be a singular thing (which) He brought to this world of mankind and Syr. Lee bezeichnet den Syrischen Text als sehr dunkel u. wahrsch. verdorben; Tallqvist: „et ab aeternitate hoc miraculum in mundum hominum duxit"(?) Ι 28 ἐξ αἰῶνος + hier u. Ζ. 29 μόνον ἐξ αἱ. < κόσμον Hkl βροτόν HSS | καὶ < Hkl u. Wil.; ganz ürlich: καὶ ἕν μόνον ἐπὶ τῶν βροτῶν ὤφθη γένους τὸ ἀνθρώποις ἐνηνοχέναι τὰ τοιαδὶ N .)καὶ τὸ ἀληθῶς παῖδα θεοῦ μόνον ἐξ αἰῶνος τοῖς ἐπὶ γῆς ὦφθαι.
Περιττὰ δ' ἂν καὶ ἄλλως <σοὶ> εἴη τὰ παρ’ ἡμῶν ὃς αὐτῇ τῇ πείρᾳ τῆς σωτηρίου θεότητος συναίσθησιν πολλάκις εἰληφώς, οὐ λόγοις ἀλλ' ἔργοις αὐτοῖς κήρυξ ἅπασι τῆς ἀληθείας καθέσηκας· σὺ γὰρ ἡμῖν αὐτός, βασιλεῦ, σχολῆς δοθείσης εἴποις ἄν βουληθεὶς μυρίας τοῦ σοῦ σωτῆρος θεοφανείας, μυρίας καθ’ ὕπνους παρουσίας,
οὐ τὰς ἀπορρήτους ἡμῖν ὑποβολὰς αὐτοῦ φημι, τὰς δ’ ἐν αὐτῷ σοι λυγισμῷ καταβαλλομένας καὶ περὶ περὶ τῶν ὅλων προνοίας τὰ κοινωφελῆ καὶ τὰ πάντη χρήσιμα παρατιθεμένας·
δ’ ἂν ἡμῖν τοῦ σοῦ προασπιστοῦ γε καὶ φύλακος θεοῦ διελεύσῃ τὰς ἐναργεῖς ἐν πολέμοις ἐπικουρίας, τὰς ἐχθρῶν καὶ ἐπιβούλων φθοράς, τὰς ἐν κινδύνοις δεξιώσεις, τὰς έν ἀπόροις εὐπορίας, τὰς ἐν ἐρημίαις ἀντιλήψεις, τὰς ἐν ἀμηχάνοις εὑρέσεις, τὰς τῶν μελλόντων προγνώσεις, τὰς περὶ τῶν καθόλου προμηθείας, τὰς περὶ τῶν ἀδήλων σκέψεις, τὰς περὶ τῶν μεγάλων ἐπιχειρήσεις, τὰς πολιτικὰς οἰκονομίας, τὰς τῶν στρατοπέδων διοικήσεις, τὰς καθ' ἕκαστον διορθώσεις, τὰς περὶ τῶν κοινῶν διατάξεις, τὰς βιωφελεῖς νομοθεσίας. καταριθμήσεις δ’ ἂν ἀπαραλείπτως ἕκαστα τῶν ἡμᾶς μὲν λανθανόντων, σοὶ δ' αὐτῷ μόνῳ γνωριζομένων καὶ ταῖς σαῖς βασιλικαῖς μνή- μαις οἶα θησαυροῖς ἐν ἀπορρήτοις τεταμιευμένων.
ὦν δὴ χάριν ἁπάντων εἰκότως, αὐτοῖς δὴ τούτοις λαμπροῖς τεκμηρίοις τῆς σωτηρίου δυνάμεως χρησάμενος, οἶκον εὐκτήριον τρόπαιον τῆς κατὰ τοῦ θανάτου νίκης αὐτοῦ πᾶσιν ἀνθρώποις πιστοῖς ὕμα καὶ ἀπίστοις ἀνέδειξας, νεών τε ἅγιον ἁγίου θεοῦ, ζωῆς τε ἀθανάτου καὶ βασιλείας ἐνθέου λαμπρὰ καὶ μεγάλα περικαλλῆ ἀφιερώματα, τὰ] πρέποντά γε εὖ μάλα καὶ οἰκεῖα βασιλεῖ νικητῇ, τοῦ παμβασιλέως σωτῆρος ἀναθήματα· ἅ δὴ τῷ τῆς ἀθανάτου ζωῆς μαρτυρίῳ τε καὶ μνήματι περιβέβληκας. τὸν οὐράνιον τοῦ θεοῦ λόγον νικητὴν καὶ τροπαιοῦχον βασιλικοῖς χαρακτῆρσιν ἐκτυπού- μενος, πᾶσι τοῖς ἔθνεσι λαμπραῖς καὶ ἀνεπισκιάστοις φωναῖς ἔ τε καὶ λόφῳ, τὴν εὐσεβῆ καὶ φιλόθεον ὁμολογίαν προκηρύττων.
[*](1 τοῖς + (nach Syr.) Hkl Ι τὸ ἠληθῶς N, τοῦ ἀλ. H Ι 3 σοὶ + Hkl Ι μενα H, σοι ἀκουόμενα Ν Ι 6 βασιλεὺς N Ι 8 τὰς u. nach τὰς über der Zeile δ' Ν ὅς H | 11 γε HSS, τε Hkl Ι 12 ἐνεργεῖς H Ι φορὰς H Ι 13 τὰς ἐν ἐρ. ἀντιλήψεις + am Rande H Ι 14 εὐρήσεις H Ι 19 καταριθμήσοις N Ι 26 περικαλλῆ < 27 τὰ < Hkl Ι νικητῆ H, νίκης τῆς N, νικητῇ νίκης τῆς Val. Ι 32 προκηρύττων < N. — 29 Zuletzt εὐσεβίου τοῦ παμφίλου βασιλισκὸς Η.)