De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τί με δεῖ τοῦ θείου λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾶν καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ' ὄλου ψυχήν, ἄλλοι δὲ εἱμαρμένην· οἱ δ' αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων θεὸν οὐκ οἶδ' ὅπως τὰ πορρωτάτω διεστῶτα μιγνύντες ἀπεφήαντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ τἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ' οἱ μὲν ταῦτα.

Ἡ δ’ ἔνθεος διδασκαλία τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἵτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν οὐκ ἐν σώμασιν ὅν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ' ἒν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλοτριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι αὐτοῦ φῦναι παραδέδοται.

ἀλλ' αὐτὸς μὲν οἶα βασιλεὺς εἴσω που ἐν ἀρρήτοις καὶ ἀδύτοις καὶ ἀβάτοις φῶς οἰκῶν ἀπρόσιτον διὰ παντὸς μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλον- [*](10 Theoph. Syr. I, 19. — 19 Theoph. Syr. I, 21. — 27 I Kor. 8, 6. - 28 Theoph. Syr. I, 22.) [*](1 αὐτὸς H, αὐτὰ Ν | τὰ γαστρὸς κυούμενα, Η, τὰ κατὰ γαστρὸ̣ς κουφορουμενο N; Syr. those (beings) which are inwardly coneeived in the womb 8 σχήμασι HSS, so auch Syr.: into the forms peculiar to each species; χρώιασι laai Hkl Ι 16 σώματι Hkl, with bodies (= σώμασι) Syr., σώματα HSS Ι nach ὕλῃ < τε N, Syr. Ι 17 nach φθαρτῇ ein zweites ὕλη in H Ι Wortfolge ἀλόγων ζώων N 1 18 εἰλεῖσθαι Hkl, εἰλίσθαι H, εἱλῆσθαι N Ι ἀλλ’ οἱ N, ἄλλοι H; but these things they (do) Syr. | 19 ἀνωτάτω Hkl | 24 nach ἐν + dv (so) H.)

v.1.p.230.
τος γὰρ ἐστιν ὅ τι καὶ ἔστιν, καὶ μὴ θέλοντος οὐκ ἔστιν, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τὴν οὐσίαν τυγχάνει. ὁ δέ, δἰ οὗ τὰ πάντα, θεοῦ λόγος ἄνωθεν ἐξ ἀγαθοῦ πατρὸς ὡς ἐξ ἀενάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀρρήτοις ποταμοῦ δίκην πρόεισιν, ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας.

ὡς δὲ ἐπὶ τοῦ καθ’ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὤν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα έν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων μόνος τὰ πρακτέα βουλεύεται, λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἀπιτέλεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς,

εἶθ' οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δή μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ έν φωνῇ δἰ ἀέρος πληττο- μένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάν- των ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων. ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν

[*](2 Theoph. Syr. I, 23. — 5 ὡς — 24 γέννημα : vgl. Euseb. Theoph. graece (ed. Angel o Mai) I, 1.)[*](2 τῆ οὐσία N Ι 3 θεοῦ λόγος nach Syr., θεὸς λόγος HSS Ι ἀεννάου N Ι 4 λόγοις ἀρρήτοις Val., in words unutterable Syr., λόγος ἄρρητος HSS Ι 8 δ' < Hkl 9 πρακτέ*α H, πρακταῖα Theoph. gr. Ι 10 ἀδύτου μυχοῦ Hkl nach ἀδυτῶν μυχῶν Theoph. Ν, in the privaey of retirement Syr., αὐτοῦ μυχοῦ HSS Ι γεγεννημένος N, Theoph. gr., γεγενημένος Η | 11 ἀκατωνομάστω H Ι ὃς N, Theoph. gr., ὅ H Ι 14 τῆς ἐκ Theoph. gr. (u. Syr.), ἐκ τῆς HSS Ι 15 μεταλαμβάνουσιν Theoph. gr., reeeive Syr., μεταλήψεσιν H, μετέλαβον N Ι 16 πώποτε < Ν | 17 δὲ Theoph. δ' ὁ H, δὲ καὶ N Ι τε < N, Theoph. gr., vielleicht richtig | 19 δυνάμει H, Theoph. gr., ∾ N N Ι 22 das zweite θεοῦ über der Zeile in H Ι 25 ζωῆς nach Syr. upon all life andreason . ., ζῶα Val., ζῶν HSS Ι καὶ < vor H Ι 27 τε < N Ι 28 nach διεστῶτα + τὰ H Ι τε + vor γῆν N Ι τὴν γῆν H Ι κατὰ vor θαλ. N.)
v.1.p.231.

τοῖς οὖσιν τυγχάνει λῆξις·

οἷς ὁμοῦ πᾶσιν ὅρους καὶ χώρας καὶ νόμους καὶ κλήρους διατάττεται κατὰ τὸ δικαιότατον, ἐξουσία βασι- λικῇ τὰ πρόσφορα νέμων ἑκάστῳ καὶ χορηγῶν, καὶ τοῖς μὲν ὑπερ- κοσμίους ἁψῖδας τοῖς δ’ αὐτὸν οὐρανὸν οἰκεῖν, τοῖς δ’ αἰθερίους διατριβὰς, τοῖς δ' ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων. κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε, διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους ἤθη τε καὶ τρόπων διαφορὰν ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος,

καὶ τοῖς μὲν θνητῆς καὶ προσκαίρου ζωῆς ἀπόλαυσιν, τοῖς δ’ ἀθανάτου μετουσίαν παρέχων· πάντα τε αὐτὸς οἷα θεοῦ λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευό- μενος, ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων τοῖς ἐκείνου νεύμασι τὰ κάτω καὶ μετ' αὐτὸν ἀκολούθως οἷα κοινὸς ἁπάντων σωτὴρ διαδυβερνᾷ, μεσεύων ἁμηγέπη καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν γεννητὴν οὐσίαν.

δεσμός τις οὗτος ἀρραγὴς θεοῦ λόγος μέσος τυγχάνει συνδέων τὰ διεστῶτα καὶ μὴ μακρὰν ἀποπίπτειν αὐτὰ συγχωρῶν. οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὑτος καὶ διορθωτὴς τοῦ παντός, οὑτος θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὑτος μονογενὴς θεός, ἐκ θεοῦ γεγεννημένος λόγος· ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐrένετο οὐδὲ ἓν ὅ γέονε" θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη.

ὁ δὲ τῶν ἡνίων ἐπειλημμένος εὐθείᾳ περαίνει πατρικῷ νεύματι τὸ μέγα τοῦ σύμπαντος κόσμου πηδαλιουχῶν σκάφος. τοιοῦτον καλλιτέχνην τέχνην υἱὸν μονογενῆ ὁ τῶν ὅλων ἐπέκεινα θεός, οἷα πατὴρ ἀγαθὸς ἀγαθὸν ἀπογεννήσας καρπόν, τῷδε τῷ κόσμω̣ μέγιστον ἀγαθὸν ἀδωρήσατο, ρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι, τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλών, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον ἄψυχόν τε

[*](9 Theoph. Syr. I, 24. — 19 I Kor. 1, 24. — 20 Job. 1, 1 u. 3. — 23 vgl. Theoph. Syr. I, 25.)[*](7 διαφορὰς H, various observances Syr., διατριβὰς N Ι 9 θνητῆς Val.. a mortal — life Syr., θνητοῖς HSS Ι 10 τοῖς δ’ H, τῆς τ' N Ι μετουσίας H, μετουσίαν, aber ν aus ς, N Ι 13 καὶ μετ' αὐτὸν < Hkl Ι ἀκολούθως will Val. nach versetzen, aber Syr. ist dagegen Ι 14 μεσσεύων H Ι 15 γεννητὴν, das Kweite v über der Zeile, N Ι 16 οὗτος HSS, οὕτως Wil., ἀρραγὴς οὖτος ὁ HW Ι 22 ὄ ; auf Ras. H2 Ι 23 φυτουργὸς N, < H, Saviour Syr. Ι 26 εὐθέα Η | τὸ Ν, τότε 27 καλλιτέχναν H | 28 ἀγαθὸς + Val., as a good Father beget a (,,as" Lee good Fruit Syr. Ι 31 αὐτὸν H.)
v.1.p.232.

καὶ ἀσχημάτιστον οὐσίαν θείᾳ δυνάμει λόγου φωτίσας τε καὶ ψυχώσας. ὃν δὴ ἡμὶν καὶ γνωριστέον τε καὶ σεπτέον, ἐν ὕλῃ μὲν καὶ σωματων στοιχείοις διὰ παντὸς ἐπιχωριάζοντα καὶ τὰ πάντα ζωογονοῦντα, τὸν αὐτὸν δὲ φῶς καὶ γέννημα νοερὸν φωτὸς ἀλέκτου, καὶ ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα πατρός, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις.

ού γὰρ ἐπειδὴ πολλὰ μέρη κόσμου, διὰ τοῦτο καὶ πολλὰς δυνάμεις ἡγητέον, οὐδ’ ἐπεὶ πολλὰ τὰ πεποιημένα, ταύτῃ καὶ θεοὺς ὑφίστασθαι προμήκει πλείους. δεινὴν δὲ οἶα νήπιοι τὰς ψυχὰς πολυθέων ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες,

ὡς εἰ καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς ἀπολαβών τις ἰδίως ὀφθαλμούς, ἄνθρωπον εἰναι λέγοι τούτους, καὶ ὠτα πάλιν ἄλλον ἄνθρωπον καὶ κεφαλὴν ὁμοιῶς, αὐχένα τε καὶ στέρνα καὶ ὤμους πόδας τε καὶ χεῖρας καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γενν κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτὴν· οὐδ' αὖ πολυμερὴς οὐσα ὑπάρχοι ἂν θεία· πῶς γάρ; ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως.