Constantini imperatoris oratio ad coetum sanctorum
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης. τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο, ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.
ἀλλὰ τίς ἄν προκομισθείη σαφεστέρα καὶ ἐναργεστέρα τῆς τοῦ θεοῦ κρίσεως ἀπόδειξις; βοᾷ μὲν ὁ κόσμος αὐτός, λαμπροτέρα δὲ καὶ ἐναργεστέρα ἡ τῶν ἄστρων πομπὴ καταφαίνεται, γεγηθότων οἶμαι διὰ τὴν τῶν ἀνοσίων ἔργων προσήκουσαν ἐκδικίαν, καὶ αὐτοὶ δὲ οἱ διαδεξάμενοι τὸν ἄγριον καὶ ἀπάνθρωπον βίον καιροὶ χαίρειν ἐπὶ τῇ σφῶν αὐτῶν εὐμοιρίᾳ νομίζονται τὴν τε τοῦ θεοῦ πρὸς τοὺς ἀνθρώπους δηλοῦσιν [*](1 τὸ + Hkl | θεὸν J | 2 Wortfolge θρησκ. καὶ δικαι. JM | 3 πλημμελείας V, αἰτίας JME | 4 καὶ ταῦτα — 18 ἄριστον < JME | 6 τίσις Wil., τις V | ἔσται Hkl | 18 διδάσκαλον VME < J, διδάσκαλος? Hkl | 19 ἐτίτρωσκον, ο auf Ras., J | 21 θεασάμενοι, ασα auf Ras., J | 23 σφαγαί, σ auf Ras., V | 26 προνοία V | 27 ἐλευθεροῦσαν JM | παντοδαποῖς] μεγαλοῖς J | τίς ἄν προκομ. — 192, 1 εὐμένειαν. ἀλλὰ < JME.)
Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἀφ´ οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἔδιον τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι. ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν.