Constantini imperatoris oratio ad coetum sanctorum
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
καὶ σὺ δέ, Αὐρηλιανέ, φλὸξ πάντων ἀδικημάτων, πῶς ἐπιφανῶς, διατρέχων ἐμμανῶς τὴν Θρ ᾴκην, κοπεὶς ἐν μέσῃ λεωφόρῳ τοὺς αὔλακας τῆς ὁδοῦ ἀσεβεῖ αἵματι ἐπλήρωσας.
Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου οἰκήσεως καθειργμ ῷ.
τί δὴ τούτῳ συνήνεγκε πρὸς τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν´ οἶμαι τὴν τοῦ κεραυνοῦ βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια, οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὤν τυγχάνω. εἶδον γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ´ ἑαυτοῦ τὴν θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βαςίλεια καὶ ὁ οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός. καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο, φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο.
„τίς ἡ τοσαύτη μανία; πόση δὲ ἡ τῆς δυναστείας ἀλαζονεία [*](3 ff. vgl. (Lact.) De morte Persec. 4—7 u. 17.) [*](6 πράσσει V | 7 συνέχει V | 9 πανστρατί J | 11 Οὐαλλεριανέ JME | 13 λοιπῶ < J | 14 τοῦ < vor περσῶν JME | 16 Αὐριλλιανέ VM | πῶς Hkl, ὅπως HSS | 17 κοπὴς V | 18 ἀσεβεοῦς αἵματος JME | 20 λέληθεν — ὁμολογήσας < JME | 21 δὲ VM, < J, διὰ E | 22 τοῦτο V | 25 εἶδον — 29 ἐπικουρίαν < JME | 27 ἐποτνιᾶτο V ἐβοᾶτο Hkl, (?? Wil.) | 28 προκαλεσαμενου Wil., προσκαλ. V | 30 νεμομένης] νενεμημένης J | 31 οὐδὲ γὰρ — ἐπεκαλύπτοντο < J | 32 γιγνομένων M.)
τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης. τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο, ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.