Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τοὺς μὲν αὐτοὺς οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων μὲν τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρηςίαν.

τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ´ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν Προαίρεσιν, οὐ πειλθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων.

ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ. καὶ γάρ ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς ἀφρπσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν, μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας

[*](1 μεγαλόπολις JME | 2 πρὸς HSS, πρότερον Hkl | 8 ὑπερβάλλον V | προκ. σοί Ποτε <JME | 11 ἐπιχαίρουσι JME | 12 δὲ JME, δὴ V | προσελθοῦσα V, προελθοῦσα JME | σεαυτὴν V, ἑαυτὴν JME | ἐπερειδομένους Μ, ἐπερηδομένην Ε | 13 δὲ < Ε | θνητῶν δὲ HSS, εἶθ´ ἡ τῶν V al. | 14 ἀκαταπαύστως Hkl, ἀκατάπαυστος HSS | 16 τοὺς μὲν αὐτοὺς Wil., τοὺς αὐτοὺς μὲν HSS | οὖν < Hkl | 19 τῶν δὲ ὀπαδῶν — Στερρότητα < JME | 20 μὲν < Hkl | 20 u. 21 δύστρεπτον u. ὀκλάζουσαν Wil. — (sehr wahrsch.) | 21 ὀλίγων V | 23 τὴν πρὸς ~ V | 24 Wortfolge τῆς θείας φύσεως ἀξίαν JME | 26 οὐ Hkl, εἰ V, ἢ JM | 27 ἐπάρασιν? Hkl 32 αὐτὰ V, ταῦτα JME.)
v.1.p.189.